<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="30"><p>Οὗτος ὁ Ἀναστάσιος, εἰρηναῖός τις ὤν, οὐδὲν <note>Niceph. xvi 25</note>
                        καινουργεῖσθαι παντελῶς ἠβούλετο, διαφερόντως περὶ τὴν ἐκκλησιαστικὴν
                        κατάστασιν. Καὶ διὰ παντὸς ᾔει <pb n="126"/> τρόπου τάς τε ἁγιωτάτας
                        ἐκκλησίας ἀταράχους μεῖναι ἅπαν τε τὸ ὑπήκοον βαθείας γαλήνης ἀπολαύειν,
                        πάσης <note>Joh. Nikiu c. 89, p. 500</note> ἔριδος καὶ φιλονεικίας ἐκ τῶν
                        ἐκκλησιαστικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐκποδὼν γενομένων. Ἡ μὲν οὖν ἐν
                        Καλχηδόνι σύνοδος ἀνὰ τούτους τοὺσχρόνους οὔτε ἀναφανδὸν ἐν ταῖς ἁγιωτάταις
                        ἐκκλησίαις <milestone unit="altpage" n="361"/> ἐκηρύττετο, οὔτε μὴν ἐκ
                        πάντων ἀπεκηρύττετο. Ἕκαστοι δὲ τῶν προεδρευόντων ὡς εἶχον νομίσεως
                        διεπράττοντο. Κἂν ἔνιοι μὲν τῶν ἐκτεθειμένων αὐτῇ μάλα γεννικῶς ἀντείχοντο,
                        καὶ πρὸς οὐδεμίαν ἐνεδίδοσαν συλλαβὴν τῶνὁρισθέντων παῤ αὐτῆς, οὐδὲ μὴν
                        γράμματος ἐναλλαγὴν παρεδέχοντο: ἀλλὰ καὶ μετὰ πολλῆς ἀπεπήδων τῆς
                        παρρησίας, καὶ κοινωνεῖν παντελῶς οὐκ ἠνείχοντο τοῖς μὴ δεχομένοις τὰ παῤ
                        αὐτῆς ἐκτεθειμένα. Ἕτεροι δὲ οὐ μόνον οὐκ ἐδέχοντο τὴν ἐν Καλχηδόνι σύνοδον
                        καὶ τὰπαῤ αὐτῆς ὁρισθέντα, ἀλλὰ καὶ ἀναθέμασι περιέβαλλον αὐτήν τε καὶ τὸν
                        Λέοντος τόμον. Ἄλλοι τοῖς ἑνωτικοῖς Ζήνωνος ἐνισχυρίζοντο, καὶ ταῦτα πρὸς
                        ἀλλήλους διερρωγότες τῇ τε μιᾷ καὶ ταῖς δύο φύσεσιν, οἱ μὲν τῇ συνθήκῃ τῶν
                        γραμμάτων κλαπέντες, οἱ δὲ καὶ πρὸς τὸ εἰρηνικώτερονμᾶλλον ἀποκλίναντες: ὡς
                        πάσας τὰς ἐκκλησίας εἰς ἰδίας ἀποκριθῆναι μοίρας καὶ μηδὲ κοινωνεῖν ἀλλήλοις
                            <note>Cyrill. Scyth. Sabae vita c. 50</note> τοὺς προεδρεύοντας.
                        Ἐντεῦθεν πλεῖστα τμήματα κατά τε τὴν ἑῴαν ἀνά τε τὰ ἑσπέρια μέρη καὶ κατὰ
                        τὴν Λιβύην ἐτύγχανον ὄντα, οὔτε τῶν ἑῴων ἐπισκόπων τοῖς ἑσπερίοισἣ τοῖς
                        Λίβυσι σπενδομένων οὔτε αὖ τούτων τοῖς ἑῴοις. Τὸ δὲ μείζον̓ εἰς ἀτοπίαν
                        προῄει. Οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἐκοινώνουν οἱ τῆς ἑῴας πρόεδροι, οὐδὲ μὴν οἱ
                        τῆς Εὐρώπης ἢ τῆς Λιβύης τοὺς θρόνους διέποντες, μήτι γε δὴ καὶ ὑπερορίοις.
                        Ἅπερ ὁ βασιλεὺς Ἀναστάσιοσθεώμενος τοὺς νεωτερίζοντας τῶν ἐπισκόπων
                        ἐξωθεῖτο, εἴ που κατειλήφει παρὰ τὸ εἰωθὸς τοῖς τόποις τινὰ τὴν ἐν Καλχηδόνι
                        σύνοδον κηρύττοντα ἢ ταύτην ἀναθέματι <pb n="127"/> περιτιθέντα. Ἐκβέβληκε
                        μὲν οὖν ἐκ τῆς βασιλίδος τῶν πόλεων πρῶτον μὲν Εὐφήμιον ὡς προγέγραπται,
                        εἶτα Μακεδόνιον, μεθ̓ ὃν Τιμόθεος ἐγεγόνει, ἐκ δὲ τῆς Ἀντιόχου Φλαβιανόν.
                    </p></div></div></div></body></text></TEI>