<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="29"><p>Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπιληψίας <note>Niceph. xvi 24
                            Theophan. 135, 136 Theod Lect. ii 6 Malal. 391 Suidas s.v. Longinus cf.
                            FHG iv 141</note> νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ
                        βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως
                        προκεχωρηκὼς τὴν <milestone unit="altpage" n="360 bis"/>βασιλείαν ἑαυτῷ
                        περιθήσειν: οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν
                        στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν
                        σιλεντιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ̓ οὖν ὁ Εὐστάθιος μετὰ τὴν ἀρχὴν
                        τῆς Διοκλητιανοῦ βασιλείας εἰς τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν
                        Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια: ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας
                        ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά: ἀπὸ δὲ τῆς Ἀλεξάνδρου
                        τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς μησὶν
                        ἑπτά: ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ
                        χίλια καὶ πρός γε μῆνας ἑπτά: ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα
                        καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ <note>Niceph. xvi 25</note>
                        Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον νῦν προσηγόρευται, τήν τε
                        Ζήνωνος βασιλείαν καὶ γαμετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται.
                        Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ <note>Joh. Antioch.FHG v
                            30</note> μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ
                        πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκπέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους
                        Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας. </p></div></div></div></body></text></TEI>