Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπιληψίας Niceph. xvi 24 Theophan. 135, 136 Theod Lect. ii 6 Malal. 391 Suidas s.v. Longinus cf. FHG iv 141 νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως προκεχωρηκὼς τὴν βασιλείαν ἑαυτῷ περιθήσειν: οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν σιλεντιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ̓ οὖν ὁ Εὐστάθιος μετὰ τὴν ἀρχὴν τῆς Διοκλητιανοῦ βασιλείας εἰς τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια: ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά: ἀπὸ δὲ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς μησὶν ἑπτά: ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ χίλια καὶ πρός γε μῆνας ἑπτά: ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ Niceph. xvi 25 Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον νῦν προσηγόρευται, τήν τε Ζήνωνος βασιλείαν καὶ γαμετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται. Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ Joh. Antioch.FHG v 30 μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκπέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας.