<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="28"><p>Ὑπὸ τοῖς χρόνοις Ζήνωνος ἱστορεῖ Ἰωάννης ὁ <note>Niceph. xvi 23</note> ῥήτωρ
                        Μαμιανὸν ἐξ ἐπιδιφρίων ἐπίσημον ἄνδρα γενέσθαικαὶ τῆς συγκλήτου βουλῆς
                        μετασχεῖν, καὶ ἐν Δάφνῃ τῷ προαστείῳ τὸν καλούμενον Ἀντίφορον
                        οἰκοδομήσασθαι, πρώην ἀμπέλους δεδεγμένον καὶ πρὸς γεωργίαν ἐπιτήδειον
                        χωρίον καθεστῶτα εὐθὺ τοῦ δημοσίου βαλανείου: οὖ Μαμιανὸς ὁ φιλόπολις ἡ
                        χαλκῆ ἀνάκειταιεἰκών. Ἀνὰ δὲ τὴν πόλιν πόλιν δύο βασιλείους ἐργάσασθαι
                        στοάς, τῇ τε οἰκοδομίᾳ λίαν εὐπρεπεῖς καὶ ταῖς ἐκ λίθων περιφανείαις τε καὶ
                        διαυγείαις κεκοσμημένας: ὥσπερ δέ τι μεθόριον μέσον τῶν δύο βασιλείων στοῶν,
                        τετράπυλον ἀναστῆσαι κίοσί τε καὶ τῇ ἐκ χαλκοῦ ὕλῃ μάλα κομψῶσἠσκημένον. Καὶ
                        τὰς μὲν βασιλείους κατειλήφαμεν στοὰς μετὰ τῆς προσηγορίας ἔτι λείψανα τῆς
                        πρώην εὐκοσμίας φερούσας, τῶν ἐκ Προκονήσου λίθων τῷ ἐδάφει συγκειμένων, <pb n="125"/> οὐ μὴν τὴν οἰκοδομίαν ἔχουσάν τι τῶν ἐπισήμων: ἐκ τῶν
                        γεγενημένων γὰρ παθημάτων ἔναγχος τὴν οἰκοδομίαν ἐδέξαντο, οὐδενὸς εἰς
                        κόσμον ταύταις προστεθέντος. Τοῦ δὲ τετραπύλου τοῦ ὑπὸ Μαμιανοῦ γεγενημένου
                        οὐδὲ ψιλὸν ἴχνος κατειλήφαμεν. </p></div></div></div></body></text></TEI>