<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="27"><p>Ὁ αὐτὸς γράφει τὸν Ζήνωνα καὶ Βερίνῃ τῇ <note>Niceph. xvi 23 Malal. 385 et
                            Hermes vi 370 Theod. Lect. ii 3, 4 Joh. Antioch. FHG iv 620 et v 27 cf.
                            ibid. iv 140</note> πενθερᾷ μυρίας ἐπιβουλὰς ῥάψαι, μετὰ δὲ ταῦτα καὶ
                        πρὸς τὴν Κιλίκων ἐκπέμψαι χώραν, ὕστερον δὲ μεταβῆναι ταύτην πρὸς τὸ
                        Παπιρίου λεγόμενον φρούριον, Ἰλλοῦ τυραννήσαντος, αὐτόθι τε τὸν βίον
                        ἐκλιπεῖν. Καὶ τὰ κατὰ Ἰλλοῦν δὲ γράφει μάλα λογίως ὁ Εὐστάθιος, ὅπως πρὸς
                        τοῦ Ζήνωνος ἐπιβουλευθεὶς διέφυγε, καὶ ὅπως <pb n="124"/>
                        <note>Theophan. 127 Joh. Nikiu c. 88, p. 484</note> ὁ Ζήνων τὸν ἀποσφάξαι
                        τοῦτον προσταχθέντα εἰς θάνατον ἐκδέδωκε, μισθὸν τῆς ἀποτυχίας τὴν τῆς
                        κεφαλῆς ἐκτομὴν αὐτῷ παρασχών: ὃν καὶ στρατηγὸν ὁ Ζήνων τῶν ἑῴων ἀποδείκνυσι
                        δυνάμεων, τὸ λαθεῖν πραγματευόμενος: ὁ δὲ Λεόντιον προσεταιρισάμενος
                        Μάρσοντε αὖ ἄνδρα δόκιμον καὶ Παμπρέπιον ἀνὰ τὰ τῆς ἑῴας γέγονε μέρη. Εἶτα
                        τὴν Λεοντίου ἀνάρρησιν τὴν ἐς Ταρσὸν τῆς Κιλικίας γενομένην, ὅπως τε καὶ
                        οὗτοι τῆς <note>Theophan. 130 Joh. Nikiu c. 88, p. 481 Malal. 383</note>
                        τυραννίδος ἀπώναντο, Θευδερίχου κατ̓ αὐτῶν ἐκπεμφθέντος, ἀνδρὸς Γότθου τὸ
                        γένος ὑπάρχοντος παρὰ Ῥωμαίοιστε αὖ ἐπισήμου, μετὰ ἡμεδαπῆς τε καὶ ἀλλοδαπῆς
                        δυνάμεως, ἀναγράφει μάλα σοφῶς ὁ αὐτὸς Εὐστάθιος, καὶ τοὺς δειλαίως
                        ἀνῃρημένους πρὸς Ζήνωνος ἀντὶ τῆς ἐς αὐτὸν εὐνοίας: καὶ ὅτι γε ὁ Θευδέριχος
                        τῆς ἐπιβουλῆς Ζήνωνος <milestone unit="altpage" n="359 bis"/> αἰσθανόμενος
                        ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ἀναχωρεῖ, τινὲς δέ φασιν ὡς καὶ ὑποθήκῃ Ζήνωνος.
                        Καὶ <note>16</note> Ὀδόακρον μάχῃ κρατήσας ὑφ̓ ἑαυτὸν τὴν Ῥώμην ποιεῖται,
                        ῥῆγα προσονομάσας ἑαυτόν. </p></div></div></div></body></text></TEI>