Μετὰ ταῦτα διενεχθεὶς πρὸς Ζήνωνα καὶ Μαρκιανός, Niceph. xvi 22 Theod. Lect. i 37 παῖς μὲν Ἀνθεμίου τοῦ Ῥώμης βασιλεύσαντος, κῆδος δὲ πρὸς Λέοντα τὸν βεβασιλευκότα πρότερον Theophan. 126 Joh. Antioch. FHG iv 619 Cand. Is. ibid. 137 ἐσχηκώς, ἐπεὶ τὴν νεωτέραν αὐτοῦ θυγατέρα Λεοντίαν ἐσῳκίσατο, τυραννεῖν ἐπειρᾶτο: καὶ μάχης ἰσχυρᾶς περὶ τὰ βασίλεια συρραγείσης καὶ πολλῶν ἑκατέρωθεν πεπτωκότων, τρέπει τοὺς ἐναντίους ὁ Μαρκιανός: καὶ τῶν βασιλείων ἐγκρατὴς γέγονεν ἄν, εἰ μὴ τὸν καιρὸν παρῆκεν ἐς αὔριον τὴν πρᾶξιν ἀναβαλλόμενος. Ὀξυπετὴς γὰρ ὁ καιρὸς καὶ παρὰ πόδας μὲν ἰὼν ἴσως ἁλίσκεται, ἐπὰν δὲ τὴν λαβὴν διαδράσοι, μετεωροπορεῖ γελᾷ τε τοὺς διώκοντας, ἐφικτὸς αὐτοῖς λοιπὸν οὐκ ἀνεχόμενος εἶναι. Ὅθεν ἀμέλει οἱ πλάσται καὶ ζωγράφοι κόμην ἔμπροσθεν καθέντες αὐτῷ, τὴν κεφαλὴν ὄπισθεν ἐν χρῷ ξυρῶσιν: εὖ μάλα σοφῶς αἰνιττόμενοι, ὡς ὀπισθόπους μὲν τυγχάνων τῷ καθειμένῳ τῆς κόμης ἴσως κρατεῖται, ἐμπροσθόπους δὲ γενόμενος τέλεον διαφεύγει, οὐκ ἔχων ὅτῳ κρατηθείη τῷ διώκοντι. Ὅπερ καὶ ἐπὶ Μαρκιανῷ γέγονε τὸν μὲν εὔθετον αὐτῷ καιρὸν ἀπολέσαντι, ἐξευρεῖν δὲ τοῦτον λοιπὸν οὐ δυνηθέντι. Ἀνὰ γὰρ τὴν ἑξῆς πρὸς τῶν οἰκείων καταπροδοθεὶς καὶ μόνος ἀπολειφθεὶς πέφευγεν ἀνὰ τὸ τέμενος τῶν θεσπεσίων ἀποστόλων: ἐκεῖθέν τε πρὸς βίας ἀφελκυσθεὶς ἐς Καισάρειαν πόλιν τῆς Καππαδοκῶν ἐξοικίζεται. Καί τισι μοναχοῖς συναγελαζόμενος ὕστερον ἐφωράθη λαθεῖν ἐθέλων, καὶ πρὸς τοῦ βασιλέως εἰς Ταρσὸν τῆς Κιλικίας ἐκπεμφθεὶς καὶ τὴν κόμην ἀποθέμενος πρεσβύτερος χειροτονεῖται. Γέγραπται ταῦτα κομψῶς Εὐσταθίῳ τῷ Σύρῳ.