Ἐπανίσταται δὲ τῷ Ζήνωνι καὶ Θευδέριχος Niceph. xvi 21 Theophan. 126 Joh. Antioch. FHG iv 619 Marcell. Com. a. 481 Cf. FHG iv 139 — 140 Σκύθης ὣν γένος: καὶ τὰς οἰκείας δυνάμεις ἀνὰ τὴνΘρᾳκῶν ἀθροίσας ἐπιστρατεύει κατὰ τοῦ Ζήνωνος: καὶ μέχρι στόματος τοῦ Πόντου δῃώσας τὰ ἐν ποσὶ χωρία μικροῦ τὴν βασίλειον εἷλε πόλιν, εἴ γε μή τινες τῶν ἐς τὰ μάλιστα αὐτῷ ἐπιτηδείων ὑπαχθέντες ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν. Ὃς ἐθελοκακοῦντας τοὺς οἰκείους ἐγνωκὼσεἰς τοὐπίσω μὲν ἀποχωρεῖ, οὐ πολλῷ δὲ ὕστερον τοῖς ἀπελθοῦσι συναριθμεῖται. Λέξω δὲ καὶ τὸν τῆς τελευτῆς τρόπον ὧδε γενόμενον. Δόρυ διηγκυλημένον πρὸ τῆς σκηνῆς αὐτῷ μετῃώρητο σχῆμα βαρβαρικόν. Εἶτα διακινῆσαι τὸ σῶμα βουληθεὶς ἵππον ἀχθῆναι προστέταχεν,ἀναβολεῖ δὲ οὐκ εἰωθὼς χρῆσθαι τῷ ἵππῳ προσήλατο. Ὁ δὲ ἀγελαῖός τις ὢν καὶ ὑβριστής, οὔπω περιβάδην Θευδερίχου καθίσαντος, μετεωρίζει τὼ πρόσθε πόδε, τὼ ὀπισθίω μόνω ἀκροβατῶν: ὡς διαφιλονεικοῦντα τὸν Θευδέριχον καὶ μήτε τῷ χαλινῷ ἀνασειράζειν τὸν ἵπποντολμῶντα ὡς ἂν μὴ ἐμπέσοι γε αὐτῷ, μηδὲ τῆς ἕδρας βεβαίως ἀντεχόμενον, τῇδε κἀκεῖσε περιδονεῖσθαι, διασεῖσαί τε τὴν αἰχμήν, ταύτην δὲ ἐπ̓ αὐτὸν ἐνεχθῆναι πλαγίαν καὶ τὴν πλευρὰν κατατρῶσαι: ἔνθεν τε κλινήρη γενόμενον καὶ βραχείας ἡμέρας ἀρκέσαντα, τὸν βίον ἐκτοῦδε τοῦ τραύματος καταστρέψαι.