Ὁ δὲ Ζήνων Ἰλλοῦ γνώμῃ καὶ τὸν Ἁρμάτον ἀναιρεῖ συγγενῆ Βερίνης τῆς βασιλίδος: ὃν καὶ καταπεμφθέντα πρὸς Βασιλίσκου δώροις ὁ Ζήνων ἁλίσκει, καὶ σύμμαχον αὐτὸν ἀντὶ πολεμίου ποιεῖται, καὶ Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα χειροτονεῖ ἐν Νικαίᾳ τῇ πόλει.Παρελθὼν δὲ εἰς Βυζάντιον τὸν μὲν Ἁρμάτον δολοφονεῖ, Βασιλίσκον δὲ τὸν αὐτοῦ παῖδα ἀντὶ Καίσαρος ἱερέα δείκνυσιν: ὃς ὕστερον καὶ τῆς ἀρχιερωσύνης ἠξίωτο.