Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως Niceph. xvi 19 τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν Zacharias vi 4 — 6 Theophan. 133 ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχηδόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ̓ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέρεται τούτων ἐκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς Niceph. xvi 20 ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ̓ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος: ὃς ἐπειράθη τοὺς διαστάντας συνάψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον Theophan 140, 142 διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν Ibid. 149 Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει: ἅπερ ἠνάγκασμαι καθ̓ Ibid. 140 Malal. 400 Theod. Lect. ii 15 εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα. Malal. 381 Joh. Nikiu c. 88, p.480 Theophan. 125 FHG iv 117 Niceph. xvi 8