<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="22"><p>Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξανδρείᾳ, <note>Niceph. ibid. Zacharias
                            vi 1 — 3</note> Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶνκοινωνεῖν
                        αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι
                        πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ
                        ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους ἐκ τῶν οἰκείων ἀπήλαυνε
                        μοναστηρίων: ἐφ̓ οἷς Νηφάλιοσἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων
                        ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων
                        αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ
                        τῆς οἰκείας τραχύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸστῶν κατὰ
                        σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς
                        ἀπελαθεῖσιν ἀποδοὺς <note>Zacharias vi 4</note> τὰ οἰκεῖα καταγώγια. Καὶ
                        πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν
                        στρατιωτικῶν ταγμάτων προβεβλημένος: ὃς σὺν Νηφαλίῳτὴν Ἀλεξάνδρου κατειληφὼς
                        λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν
                        βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι
                        συνόδου κεκίνηντο λόγοι: ἐκβέβηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ
                        συνθεμένουΖήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν. </p></div></div></div></body></text></TEI>