Ἐπηύξησε δὲ ταῦτα Συμεώνης μοναχὸς τῶν Niceph. xvi 16 Liberat. xviii Ἀκοιμήτων ὁ παρὰ Κυρίλλου σταλείς. Διήλεγξε γὰρ τοὺς περὶ Μισῖνον καὶ Βιτάλιον κοινωνήσαντας τοῖς αἱρετικοῖς, διαρρήδην ἐκφωνηθέντος τοῦ ὀνόματος Πέτρου ἐν τοῖς ἱεροῖς διπτύχοις, καὶ ταύτῃ ὑπαχθῆναι πολλοὺς τῶν ἁπλουστέρων ὑπὸ τῶν αἱρετικῶν, λεγόντων δεχθῆναι τὸν Πέτρον καὶ πρὸς τοῦ Ῥώμης θρόνου. Καὶ πρὸς πεύσεις δὲ διαφόρους ἔλεγεν ὁ Συμεώνης μὴ ἀνασχέσθαι τοὺς περὶ Μισῖνον ἐντυχεῖν ὀρθοδόξῳ τινί, ἢ γραμμάτων ἀπόδοσιν ποιήσασθαι, ἤ τι τῶν τολμωμένων κατὰ τῆς ὀρθῆς πίστεως ἀκριβῶσαι. Παρήχθη δὲ καὶ Σιλβανὸς πρεσβύτερος συνὼν Μισίνῳ καὶ Βιταλίῳ ἀνὰ τὴν Κωνσταντίνου, ὃς τὴν τῶν μοναχῶν φωνὴν ἐπεβεβαίωσεν. Ἀνεγνώσθη καὶ Ἀκακίου ἐπιστολὴ πρὸς Σιμπλίκιον, λέγουσα πάλαι καθῃρῆσθαι Πέτρον καὶ υἱὸν νυκτὸς Conc. vii 983 καθεστάναι. Καὶ ἐπὶ τούτοις τῆς ἱερωσύνης ἀπεκινήθησαν καὶ τῆς ἀχράντου κοινωνίας ἐχωρίσθησαν Μισῖνός Ibid. 1140 Theophan. 132 τε καὶ Βιτάλιος, πάσης τῆς συνόδου ψηφισαμένης ἐπὶ λέξεως ταῦτα: Πέτρον τὸν αἱρετικὸν τὸν καὶ πάλαι τῇ ψήφῳ τῆς Cf. Conc. vii 1065 ἱερᾶς καθέδρας κατακριθέντα ἀποκηρυχθέντα τε καὶ ἀναθεματισθέντα, ἡ Ῥωμαίων ἐκκλησία οὐ δέχεται. ᾯ τινι εἰ καὶ μὴ ἄλλο τι ἀντετίθετο, τοῦτο ἤρκεσεν ἂν ὅτι ἀπὸ αἱρετικῶν χειροτονηθεὶς τῶν ὀρθοδόξων ἡγεῖσθαι οὐκ ἠδύνατο. Περιέχει δὲ καὶ τοῦτο: Ἀκάκιον δὲ τὸν τῆς Κωνσταντινουπόλεως Cf. Ibid. 1066 μεγίστης εὐθύνης ἄξιον τὸ πρᾶγμα ἀπέδειξε, διότι πρὸς Σιμπλίκιον γράφων καὶ αἱρετικὸν καλέσας τὸν Πέτρον νῦν τῷ βασιλεῖ οὐ πεφανέρωκε, δέον εἴπερ ἠγάπα τὸν Ζήνωνα τοῦτο πρᾶξαι. Ἀλλὰ μᾶλλον τῷ πόθῳ ἀγαπᾷ τὸν βασιλέα, οὐ τὴν πίστιν ἀγαπᾷ. Niceph. xvi 17 Ἀλλ̓ ἐπὶ τὰ ἑξῆς τὸν λόγον ἐπαναγάγωμεν. Φέρεται Ἀκακίου ἐπιστολὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ προέδρους κληρικούς τε καὶ μοναχοὺς καὶ πρὸς ἅπαντα τὸν λεών,δἰ ἧς ἐπειράθη τὸ γενόμενον ἀνακαλέσασθαι σχίσμα. Περὶ ὧν καὶ πρὸς Πέτρον τὸν Ἀλεξανδρείας ἐπίσκοπον γέγραφε.