Γεγόνασι πρὸς αὐτοὺς καὶ ἕτερα πρὸς τοῦ Niceph. ibid. Conc. vii 1028 s#3. Φίληκος ὑπομνηστικά, καὶ πρὸς τὸν Ζήνωνα γράμματα περί τε τῆς ἐν Καλχηδόνι συνόδου καὶ τοῦ ἐν Ἀφρικῇ διωγμοῦ τοῦ κατὰ Ὀνώριχον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀκάκιον. Πρὸς ὃν ὁ Ζήνων ἀντέγραφε μάτην τὸν Ἰωάννην αὐτὸν διαταράξαι, διομοσάμενον μὲν μηδαμῆ Ibid. 992 μηδαμῶς παριέναι διὰ τοῦ θρόνου τῆς Ἀλεξανδρέων, παραβάντα δὲ καὶ τὰ ὠμοσμένα ἀλογήσαντα πᾶσαν ἱεροσυλίαν ἐργάσασθαι: καὶ Πέτρον δὲ μὴ ἀβασανίστως προχειρισθῆναι, ἀλλ̓ αὐτοχειρίᾳ ὑπογράψαντα δέχεσθαι τὴν πίστιν τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρωντῶν ἐν Νικαίᾳ συνεληλυθότων, ᾗτινι καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος ἠκολούθησε. Καὶ ταῦτα γέγραπται ἐπὶ ῥήματος: Ὀφείλειν ἀσφαλῶς ἔχειν καὶ τὴν ἡμετέραν εὐσέβειαν καὶ τὸν προλεχθέντα ἁγιώτατον Πέτρον καὶ πάσας τὰσἁγιωτάτας ἐκκλησίας τὴν Καλχηδοναίων ἁγιωτάτην σύνοδον δέχεσθαι καὶ σέβειν, ἥτις συνέστη τῇ πίστει τῇ ἐν τῇ Νικαέων συνόδῳ. Καὶ ἐμφέρονται τοῖς [τε] πεπραγμένοις ἐπιστολαὶ παρά τε Κυρίλλου τοῦ λεχθέντος καὶ ἑτέρων ἀρχιμανδριτῶντῆς βασιλίδος καὶ παρὰ ἐπισκόπων καὶ κληρικῶν τοῦ Αἰγυπτιακοῦ κλίματος πρὸς Φίληκα κατὰ Πέτρου ὡς αἱρετικοῦ καὶ τῶν κοινωνούντων αὐτῷ. Οἳ καὶ διήλεγξαν — οἱ ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἀφιγμένοι πρὸς Φίληκα — τοὺς περὶ Μισῖνον, ὡς μέχρι τῆς αὐτῶν παρουσίας τῆσἀνὰ τὸ Βυζάντιον ἐν παραβύστῳ Πέτρος ἐν ταῖς ἱεραῖς δέλτοις ἀνεγινώσκετο, καὶ ἐξ ἐκείνου ἕως νῦν ἀναφανδόν: καὶ οὕτως τοὺς περὶ Μισῖνον κοινωνῆσαι. Καὶ ἡ ἐπιστολὴ δὲ τῶν Αἰγυπτίων τὰ αὐτὰ περὶ Πέτρου ἔλεγεν, καὶ ὡς Ἰωάννης μὲν ὀρθόδοξος ὢν ἐνθέσμως κεχειροτόνητο,Πέτρος δὲ ὑπὸ δύο καὶ μόνων ἐπισκόπων παραπλησίων αὐτῷ τὴν κακοδοξίαν ἐχειροτονήθη: καὶ ὡς ἄρτι μετὰ τὴν φυγὴν Ἰωάννου πάσης αἰκίας ἰδέα κατὰ τῶν ὀρθοδόξων ἐπηνέχθη: ταῦτά τε πάντα γνῶναι τὸν Ἀκάκιον δἰ ἐνίων αὐτῷ κατὰ τὴν βασιλέως ἀφιγμένων: καὶ συνεργὸν ἐνπᾶσιν εὑρεῖν Πέτρῳ τὸν Ἀκάκιον.