Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα Niceph. xvi 15 Conc. vii 1053 Theophan. 131 Liberat. xviii τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχαρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ — ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον — , ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζαχαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου Niceph. xvi 16 Conc. vii 1108 Liberat. xviii τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοινωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παῤ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ̓ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα, περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα.