<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="17"><p>Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος <note>Niceph. xvi 13</note> καὶ
                        τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν
                        ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον, νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην
                        ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς
                        Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως: <q>Ὁ θεὸς
                            ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται <note>Ibid. 14</note> ὑπέρ τε
                            πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων
                            πατέρων πίστιν, ἣν ἀκαταπαύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ
                            σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες
                            ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν καὶ πιστεύομεν: ὅπερ καὶ
                            ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν
                            πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ
                            ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑποδειγμάτων ὡς οὐδέν ἐστι παρὰ
                            ταῦτα πεπραγμένον ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι
                            γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν.
                            Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν.
                            Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ ἡμῶν ἀδελφότητι εἰς τὰς
                            ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς
                            λύπην τὴν <pb n="116"/> ὑμῶν ὁσιότητα: καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ
                            ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμοθέου μετηνέγκαμεν
                            εἰς ἕτερον τόπον: ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ
                            τούτοις εἰς <milestone unit="altpage" n="351"/> ἕτερον μετεπήδησαν
                            ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον.Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν
                            Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ,
                            οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παῤ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία
                            καὶ τῶν νεωτερίζειν ἐθελόντων μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν
                            ἐθελοκάκοιστῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπιχειροῦσι.
                            Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν
                            βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν
                            αὐτὴν πεπραγμένον: καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίωνκαὶ ἀπολογίαν τοὺς
                            ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς
                            γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν
                            οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντεσὄργανα ἑαυτοῖς
                            ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται
                            φήμας θρυλλοῦντες διαφόρους καθ̓ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ
                            Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς καὶ πρεπόντως τῇ
                            ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳπράττειν, παρασκευάζοντες τοὺς παῤ ἡμῖν
                            λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ
                            πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον
                            δεσπότην τῆς οἰκουμένης, καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς
                            παρασχεθῆναιπαρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς
                            ἐκκλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ, ὥστε πάντας ἐν
                            τούτοις κατευνάζειν.</q>
                        <pb n="117"/>
                    </p></div></div></div></body></text></TEI>