<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="16"><p>Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων <note>Niceph. xvi 13 Zacharias v
                            9-12 Cramer. An. Par. ii 105 Theophan. 131 Liberat. xviii Conc. vii
                            1177</note> τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως προέδρῳ,
                        μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐνΚαλχηδόνι σύνοδον ἀνατεθεμάτικεν
                        ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατακρίνεται,
                            <milestone unit="altpage" n="349"/> ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ
                        καὶ Παμπρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα. Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ
                        Καλανδίωνος καὶ Στεφάνουὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον: ὃς καὶ
                        τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς
                        Ἀλεξανδρέων ἐχρήσατο: ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος
                        Ἀκάκιος. Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖσπρὸς τὸν Πέτρον
                        ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά <note>Zacharias vi 1</note> τινες τῆς Πέτρου
                        κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον
                        ἀναφανδὸν <pb n="115"/> ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν
                        Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας <milestone unit="altpage" n="350"/> τὰ περὶ τούτων εἰσομένους: οὓς δὴ Πέτρος
                        πληροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη, ὑπομνήματα γέγραφεν,
                        ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ. </p></div></div></div></body></text></TEI>