Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, Niceph. xvi 12 Zacharias v 8 Liberat. xvii Facundus xii 4 τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροισθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρήμεθα πληθύνεσθαι δἰ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς διαμένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξαλειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρημιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλοσἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθήσεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπεξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίασἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ̓ ἤδη καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸνμετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίωνπατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα: εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον, ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασιλείαν,καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτίζονται: ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦταφρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν, δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμολογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγχέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεοφιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ̓ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλχηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπολαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς: ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμετέρας βασιλείας ἐπαινεθήσεσθε. Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.