Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον Niceph. xvi 11 Joh. Nikiu c. 88,p. 482 ἀπελάσαι τῆς Ἀλεξανδρέων: πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ̓ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος: καὶ Πέτρον αὐθεντίᾳ Liberat. xvi προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε: Zacharias v 5 καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ Theophan. 121 διά τινα στάσιν τοῦ δήμου διάγοντα: καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.