<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="toc"><p> τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου
                        Σχολαστικοῦ: <milestone unit="altpage" n="280"/>
                    </p><p><num n="1">α</num> Περὶ Μαρκιανοῦ βασιλέως, καὶ οἷα σύμβολα προηγήσαντο τὴν
                        βασιλείαν αὐτῷ μηνύοντα. </p><p><num n="2">β</num> Περὶ τῆς ἐν Καλχηδόνι συνόδου, καὶ πόθεν τὴν αἰτίαν
                        τῆσσυνελεύσεως ἔσχεν. </p><p><num n="3">γ</num> Ἔκφρασις τοῦ εὐκτηρίου οἴκου τῆς μάρτυρος Εὐφημίας τῆς ἐν
                        Καλχηδόνι, καὶ διήγησις τῶν γινομένων ἐν αὐτῷ θαυμάτων. </p><p><num n="4">δ</num> Περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων καὶ τυπωθέντων, καὶ ὡς
                        Διόσκορος ὁ Ἀλεξανδρείας καθῃρέθη, Θεοδώρητος δὲ καὶ Ἴβας καίτινες ἕτεροι
                        ἀνεκλήθησαν. </p><p><num n="5">ε</num> Περὶ τῆς γενομένης στάσεως ἐν Ἀλεξανδρείᾳ, χάριν τῆς
                        χειροτονίας Προτερίου, ὁμοίως καὶ ἐν Ἱεροσολύμοις. </p><p><num n="6">ς</num> Περὶ τῆς γενομένης ἀνομβρίας, λιμοῦ τε καὶ λοιμοῦ: ὅπως
                        τε παραδόξως ἔν τισι χώραις αὐτομάτη ἡ γῆ τοὺς καρποὺσἐβλάστησεν. </p><p><num n="7">ζ</num> Περὶ τῆς ἀναιρέσεως Οὐαλεντινιανοῦ καὶ ἁλώσεως Ῥώμης: καὶ
                        περὶ ἑτέρων βασιλευσάντων αὐτῆς. </p><p><num n="8">η</num> Περὶ τοῦ θανάτου Μαρκιανοῦ καὶ τῆς βασιλείας Λέοντος: καὶ
                        ὡς οἱ τῶν Ἀλεξανδρέων αἱρεσιῶται τὸν Προτέριον ἀποσφάττουσι,Τιμοθέῳ δὲ τῷ
                        Αἰλούρῳ τὴν ἀρχιερωσύνην παραδιδόασιν. </p><p><num n="9">θ</num> Περὶ τῶν ἐγκυκλίων Λέοντος βασιλέως. <pb n="35"/>
                    </p><p><num n="10">ι</num> Περὶ ὧν οἱ ἐπίσκοποι καὶ Συμεὼν ὁ κιονίτης ἀντέγραψεν. </p><p><num n="11">ια</num> Περὶ τῆς ἐξορίας Τιμοθέου τοῦ Αἰλούρου καὶ τῆς
                        χειροτονίας Τιμοθέου τοῦ Σαλοφακιάλου, καὶ περὶ Γενναδίου καὶ Ἀκακίου τῶν
                        Κωνσταντινουπολιτῶν. </p><p><num n="12">ιβ</num> Περὶ τοῦ γεγονότος ἐν Ἀντιοχείᾳ σεισμοῦ μετὰ ἔτη
                        τριακόσια τεσσαράκοντα καὶ ἑπτὰ τοῦ κατὰ Τραϊανόν. </p><p><num n="13">ιγ</num> Περὶ τοῦ ἐμπρησμοῦ τοῦ ἐν Κωνσταντινουπόλει. </p><p><num n="14">ιδ</num> Περὶ καθολικῶν παθημάτων. </p><p><num n="15">ιε</num> Περὶ τοῦ γάμου Ζήνωνος καὶ Ἀρεάδνης. </p><p><num n="16">ις</num> Περὶ Ἀνθεμίου βασιλέως Ῥώμης, καὶ τῶν ἐξ αὐτοῦ
                        βασιλέων. </p><p><num n="17">ιζ</num> Περὶ τῆς τελευτῆς Λέοντος, καὶ βασιλείας τοῦ μικροῦ
                        Λέοντος, καὶ αὖθις Ζήνωνος τοῦ πατρὸς αὐτοῦ. </p><p><num n="18">ιη</num> Ἐπιτομὴ τῶν κινηθέντων ἐν τῇ εἰς Καλχηδόνα συνόδῳ, ἐν
                        τῷ τέλει τοῦ δευτέρου τόμου τεθειμένη.</p></div></div></div></body></text></TEI>