Ἐγκυκλίοις δὲ χρῆται γράμμασιν ὁ Λέων τῶν Niceph. xv 17 Zacharias iv 5 ἀνὰ τὴν Ῥωμαϊκὴν πολιτείαν ἐπισκόπων πυνθανόμενος καὶ τῶν ἐν τῷ μοναδικῷ διαπρεπόντων βίῳ, περὶ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῆς Τιμοθέου τοῦ ἐπίκλην Αἰλούρου χειροτονίας, διαπεμψάμενος καὶ τὰ ἴσα τῶν ἐπιδεδομένων αὐτῷ δεήσεων ἔκ τε τῆς μοίρας Προτερίου ἔκ τε τῆς Τιμοθέου τοῦ Αἰλούρου. Σύγκειται δὲ τὰ ἐγκύκλια τούτοις τοῖς ῥήμασιν: Ἴσον θείου γράμματος τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος, πεμφθέντος Ἀνατολίῳ ἐπισκόπῳ Κωνσταντινουπόλεως, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἅπασαν μητροπολίταις καὶ λοιποῖς ἐπισκόποις. Αὐτοκράτωρ Καῖσαρ Λέων, εὐσεβής, νικητής, τροπαιοῦχος, Niceph. xv 18 Conc. vii 521 μέγιστος, ἀεισέβαστος, Αὔγουστος, Ἀνατολίῳ ἐπισκόπῳ. Δἰ εὐχῆς μὲν ἦν τῇ ἐμῇ εὐσεβείᾳ ἁπάσας τὰς ὀρθοδόξους ἁγιωτάτας ἐκκλησίας, ἔτι γε μὴν καὶ τὰς ὑπὸ τὴν Ῥωμαίων πολιτείαν πόλεις μεγίστης ἡσυχίας ἀπολαύειν, μηδέν τε συμβαίνειν τὴν αὐτῶν κατάστασιν καὶ γαλήνην διαταράττειν. Οἶα δὲ κατὰ τὴν Ἀλεξανδρέωνἔναγχος συνέβη, εἰδέναι μὲν ἤδη πεπείσμεθα τὴν σὴν ὁσιότητα: ἵνα δὲ τελεώτερον περὶ πάντων διδαχθείης ποία αἰτία τοῦ τοσούτου θορύβου καὶ τῆς συγχύσεως γεγένηται, τὰ ἴσα τῶν δεήσεων ἃς οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ κληρικοὶ ἀπὸ τῆς προλεχθείσης πόλεωσκαὶ τῆς Αἰγυπτιακῆς διοικήσεως εἰς τὴν βασιλίδα Κωνσταντίνου πόλιν παραγενόμενοι κατὰ Τιμοθέου τῇ ἐμῇ εὐσεβείᾳ ἐκόμισαν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἴσα τῶν δεήσεων ἃς εἰς τὸ θεῖον ἡμῶν στρατόπεδον ὑπὲρ Τιμοθέου ἀπὸ τῆς Ἀλεξανδρέων παραγενόμενοι τῇ ἡμετέρᾳ ἐπιδεδώκασιγαληνότητι, πρὸς τὴν σὴν θεοσέβειαν ἀπεστείλαμεν: ὥστε τί πέπρακται περὶ τοῦ εἰρημένου Τιμοθέου, ὃν ὅ τε τῆς Ἀλεξανδρέων δῆμος καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ πολιτευόμενοι καὶ ναύκληροι ἐπίσκοπον ἑαυτοῖς αἰτοῦσι, καὶ περὶ τῶν ἄλλων πραγμάτων τῶν τῷ ὕφει τῶν δεήσεωνπεριεχομένων, καὶ πρὸς τούτοις, περὶ τῆς ἐν Καλχηδόνι συνόδου ᾗτινι οὐδαμῶς συναινοῦσι, καθὰ αἱ ὑποτεταγμέναι δεήσεις αὐτῶν σημαίνουσι, φανερῶς δυνηθῆναι μαθεῖν τὴν σὴν ὁσιότητα. Ἡ σὴ τοιγαροῦν εὐλάβεια ἅπαντας τοὺς ὀρθοδόξους ὁσίους ἐπισκόπους τοὺς ἐπὶ τοῦπαρόντος κατὰ τήνδε τὴν βασιλίδα πόλιν διάγοντας, ἔτι γε μὴν καὶ τοὺς εὐλαβεστάτους κληρικοὺς πρὸς ἑαυτὸν παραχρῆμα ποιησάτω συνελθεῖν: καὶ πάντων ἐπιμελῶς τρακτευθέντων καὶ δοκιμασθέντων, ἐπειδὴ νῦν ἡ Ἀλεξάνδρου πόλις τετάρακται, ἧστινος τῆς καταστάσεωσκαὶ τῆς ἡσυχίας μεγίστη ἐστὶν ἡμῖν φροντίς, εἴπατε τὸ δοκοῦν περὶ τοῦ προειρημένου Τιμοθέου καὶ τῆς ἐν Καλχηδόνι συνόδου, ἄνευ τινὸς ἀνθρωπίνου φόβου καὶ δίχα χάριτος καὶ ἀπεχθείας, μόνον τὸν τοῦ παντοκράτορος θεοῦ φόβον πρὸ ὀφθαλμῶν τιθέμενοι, ἐπειδὴ ἴστε ὡς περὶ τοῦ πράγματος τούτου τῇ ἀχράντῳ θεότητι λόγον δώσετε, ἵνα περὶ πάντων δἰ ὑμετέρων γραμμάτων τελείως διδαχθέντες τὸν ἁρμόζοντα τύπον δοῦναι δυνηθῶμεν. Καὶ αὕτη μὲν πρὸς Ἀνατόλιον. Τὰ παραπλήσια δὲ Niceph. xv 19 Theophan. 111 καὶ πρὸς τοὺς ἄλλους ἐπισκόπους γέγραφε, καὶ πρὸς τοὺς ἐπισήμους, ὡς λέλεκταί μοι, τῶν κατ̓ ἐκεῖνο καιροῦ τὸν ἄσκευον καὶ ἄϋλον διαθλευόντων βίον: ὧν ἦν καὶ 11 Συμεώνης, ὁ ἐπὶ κίονος πρῶτος τὴν στάσιν ἐξευρηκώς, οὗ καὶ κατὰ τὴν προτεραίαν ἱστορίαν ἐμνήσθημεν: εἰς οὓς καθειστήκεισαν Βαράδατος καὶ Ἰάκωβος οἱ Σύροι.