Ἔτι δὲ βασιλεύοντος Ῥωμαίων Σευήρου, Μαρκιανὸς τὴν βασιλείαν ἐναλλάττει πρὸς τὴν κρείττονα μεταχωρήσας λῆξιν, ἑπτὰ μὲν μόνοις ἔτεσι τὴν βασιλείαν διακυβερνήσας, μνημεῖον δὲ ὄντως βασιλικὸν καταλελοιπὼς παρὰ πᾶσιν ἀνθρώποις, βασιλεύει δὲ Λέων. Ὅπερ οἱ τῆς Ἀλεξανδρέων πυθόμενοι τὴν κατὰ Προτερίου Niceph. xv 16 Zacharias iv 1 Cf. Socr. vii 13 μετὰ μείζονος θυμοῦ καὶ πλείστης θερμότητος ἀνενεοῦντο μῆνιν. Εὐέξαπτον γάρ τι χρῆμα πρὸς ὀργὴν ὁ δῆμος καὶ τὰς τυχούσας ἀφορμὰς ὑπέκκαυμα τῶν θορύβων ἔχων: οὐχ ἥκιστα δὲ πάντων ὁ τῆς Ἀλεξάνδρου πλήθει τε πολλῷ κομῶν καὶ μάλιστα ἀφανεῖ τε καὶ συγκλύδῳ, καὶ παραλόγῳ θράσει τὰς ὁρμὰς γαυρούμενος. Ὅθεν ἀμέλει φασὶν ἐξὸν τῷ βουλομένῳ τὸ προστυχὸν καταρρήξαντι πρὸς δημοτικὴν στάσιν τὴν πόλιν ἐκβακχεύειν, ἄγειν τε καὶ φέρειν ὅπη καὶ καθ̓ οὗ βούλεται: τὰ πολλὰ δὲ καὶ παιγνιήμονα καθεστάναι, καθὼς Ἡρόδοτος περὶ Ἀμάσιδος ii 173 ἱστορεῖ. Καὶ τοιαῦτα μὲν ὁ δῆμος ἐκεῖνος: οὐ μὴν 26 τά γε ἄλλα οἵου ἄν τις καὶ κατεφρόνησεν. Ἐπιτηρήσαντες δ̓ οὗν καιρὸν οἱ τῆς Ἀλεξάνδρου καθ̓ ὃν Διονύσιος τῶν στρατιωτικῶν ταγμάτων ἡγούμενος ἀμφὶ τὴν ἄνω διέτριβεν Αἴγυπτον, ψηφίζονται Τιμόθεον τὸν ἐπίκλην Αἴλουρον εἰς τὸν τῆς ἀρχιερωσύνης ἀναβῆναι βαθμόν, πρώην μὲν τὸν μοναδικὸν ἐπιτηδεύσαντα βίον, ὕστερον δὲ τοῖς πρεσβυτέροις ἐναριθμηθέντα τῆς Ἀλεξανδρέων: καὶ πρὸς τὴν μεγάλην ἀγαγόντες ἐκκλησίαν, ἣΚαίσαρος προσαγορεύεται, ἐπίσκοπον σφίσι προχειρίζονται, ἔτι Προτερίου περιόντος τε καὶ τὰ τῆς ἱερατείας αὐτουργοῦντος. Παρῆσαν δὲ τῇ χειροτονίᾳ Εὐσέβιος Petrus Iber. 65 Theod. Lect. i 8, 9 Theophan. 110 ὁ τοῦ Πηλουσίου πρόεδρος, Πέτρος τε ὁ ἐξ Ἰβηρίας Μαϊουμᾶ τοῦ πολιχνίου, ὡς τὰ περὶ τούτων ἱστόρηταιτῷ τὸν βίον συγγράψαντι Πέτρου: ὅς φησι τὸν Προτέριον μὴ τὸν δῆμον, ἀλλά τινα τῶν στρατιωτῶν διαχειρίσασθαι. Κατειληφότος δὲ Διονυσίου τὴν πόλιν μετὰ πλείστου τάχους, τῶν γενομένων ἀτοπημάτων συνωθούντων αὐτόν, σπεύδοντός τε τὴν διαναστᾶσαν τῆς στάσεως πυρὰνσβέσαι, ἔνιοι τῶν Ἀλεξανδρέων παροτρύνοντος Τιμοθέου, Conc. vii 524 ὡς ἐγράφη τῷ Λέοντι, ἐπελθόντες τὸν Προτέριον διαχειρίζονται, ξίφους κατὰ τῶν σπλάγχνων ὠσθέντος, κατὰ τὸ πανάγιον βαπτιστήριον καταπεφευγότα: ὃν καὶ καλωδίῳ περιαρτήσαντες ἀνὰ τὸ καλούμενον Τετράπυλοντοῖς πᾶσιν ἐπεδείκνυον, ἐπιτωθάζοντές τε καὶ κραυγάζοντες Προτέριον εἶναι τὸν ἀνῃρημένον. Καὶ μετὰ ταῦτα τὸ σῶμα διὰ πάσης τῆς πόλεως περιελκύσαντες πυρὶ παρέδοσαν, οὐδὲ τῶν σπλάγχνων αὐτοῦ ἴσα θηρίοις ἀπογεύσασθαι ναρκήσαντες, ὥς που ταῦτα πάντα ἡ δέησις Niceph. xv 17 περιέχει τῶν ἐπισκόπων τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ τοῦ σύμπαντος κλήρου τῆς Ἀλεξάνδρου, πρὸς Λέοντα τὸν μετὰ Μαρκιανόν, ὡς εἴρηται, τὴν ἐπικράτειαν τῶν Ῥωμαίων περιθέμενον γεγενημένη, ἥπερ γέγραπται ὀνόμασι τούτοις: Conc. vii 524 Τῷ εὐσεβεῖ καὶ φιλοχρίστῳ καὶ παρὰ θεοῦ ἀναδειχθέντι, νικητῇ, τροπαιούχῳ καὶ Αὐγούστῳ Λέοντι, δέησις παρὰ τῶν ἐπισκόπων πάντων τῆς ὑμετέρας Αἰγυπτιακῆς διοικήσεως καὶ κληρικῶν τῶν κατὰ τὴν μεγίστην ὑμετέραν Ἀλεξανδρέων ἁγιωτάτην ἐκκλησίαν. Ἐκ τῆς ἄνωθεν χάριτος δῶρον τῷ βίῳ παρασχεθείς, εἰκότως οὐ λήγεις ὁσημέραι τοῦ κοινοῦ μετὰ θεὸν προμηθούμενος, εὐαγέστατε πάντων αὐτοκρατόρων Αὔγουστε. Καὶ μεθ̓ ἕτερα: Ἀστασιάστου τε εἰρήνης τῶν ὀρθοδόξων λαῶν παῤ ἡμῖν τε καὶ κατὰ τὴν τῶν Ἀλεξανδρέων ὑπαρχούσης, πλὴν Τιμοθέου ἀποσχοινίσαντος ἑαυτὸν τῆς καθολικῆς ἐκκλησίας καὶ πίστεως καὶ ἀποτεμόντος εὐθὺς μετὰ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, τὸ τηνικαῦτα δῆθεν πρεσβυτέρου τυγχάνοντος, ἅμα τέτταρσιν ἢ πέντε μόνοις ποτὲ ἐπισκόποις καὶ ὀλίγοις μονάζουσι, σὺν αὐτῷ τὴν αἱρετικὴν Ἀπολλιναρίου καὶ τῶν κατ̓ ἐκεῖνον νοσοῦσι κακοδοξίαν: δἰ ἣν καθαιρεθέντες τότε κανονικῶς ὑπὸ τοῦ τῆς θείας μνήμης Προτερίου καὶ πάσης Αἰγυπτιακῆς συνόδου, βασιλικῆς εἰκότως σὺν ἐξορίᾳ κινήσεως ἐπειράθησαν. Καὶ μεθ̓ ἕτερα: Ἐπιτηρήσας τε τὴν ἐντεῦθεν πρὸς θεὸν ἐκδημίαν τοῦ τῆς εὐαγοῦς λήξεως Μαρκιανοῦ τοῦ γενομένου βασιλέως, βλασφήμοις τε φωναῖς ὡς αὐτόνομος ἀναιδῶς κατ̓ αὐτοῦ θρασυνόμενος, καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζων ἀπηρυθριασμένως, πλῆθος δήμου ὠνητῶν τε καὶ ἀτάκτων ἐπισυράμενος, καὶ στρατεύσας κατά τε τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς κοινῆς πολιτείας καὶ τῶν νόμων, ἐπεισέφρησεν ἑαυτὸν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ ἐχούσῃ ποιμένα τε καὶ διδάσκαλον, τὸν ἁγιώτατον ἡμῶν τὸν τηνικαῦτα πατέρα καὶ ἀρχιεπίσκοπον Προτέριον, τάς τε συνήθεις συνάξεις ἐπιτελοῦντα καὶ λιτὰς ἀναπέμποντα τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ Ἰησοῦ ὑπὲρ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας καὶ τοῦ φιλοχρίστου ὑμῶν παλατίου. Καὶ μετ̓ ὀλίγα: Καὶ μόλις διαγενομένης ἡμέρας, ἐν τῷ ἐπισκοπείῳ κατὰ τὸ ἔθος διάγοντος τοῦ θεοφιλεστάτου Προτερίου,λαβὼν μεθ̓ ἑαυτοῦ ὁ Τιμόθεος τοὺς καθαιρεθέντας ἐνδίκως δύο ἐπισκόπους, καὶ κληρικοὺς ὁμοίως τὴν ἐξορίαν, ὡς ἔφημεν, οἰκεῖν κατακριθέντας, ὡς δὴ χειροτονίαν παρὰ τῶν δύο δεξάμενος, μηδενὸς τὸ σύνολον τῶν κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν ὀρθοδόξων ἐπισκόπων παρόντοσκατὰ τὸ εἰωθὸς ἐπὶ ταῖς τοιαύταις τῆς Ἀλεξανδρέων τοῦ ἐπισκόπου χειροτονίαις, ἐπιλαμβάνεται ὡς ἐνόμισε τῆς μὲν ἱερατικῆς καθέδρας, μοιχείαν προδήλως τολμήσας κατὰ τῆς ἐχούσης ἐκκλησίας τὸν ἑαυτῆς νύμφιον, καὶ ἐνεργοῦντος ἐν αὐτῇ τὰ θεῖα καὶ κανονικῶς τὸν οἰκεῖονδιέποντος θρόνον. Καὶ μεθ̓ ἕτερα: Οὐδὲν ἕτερον ἦν ποιεῖν τὸν μακάριον ἐκεῖνον ἣ τόπον Rom. xii 19 δοῦναι τῇ ὀργῇ κατὰ τὸ γεγραμμένον, καὶ τὸ σεπτὸν καταλαβεῖν βαπτιστήριον, φεύγοντα τῶν ἐπ̓ αὐτῷ τρεχόντωνπρὸς φόνον τὴν ἔφοδον: ἐν ᾧ μάλιστα τόπῳ καὶ βαρβάροις καὶ πᾶσιν ἀγρίοις ἀνθρώποις ἐγγίνεται δέος, τοῖς καὶ μὴ εἰδόσι τὸ σέβας τοῦ τόπου καὶ τὴν ἐκεῖθεν βρύουσαν χάριν. Ὅμως οἱ τὸν ἐξ ἀρχῆς Τιμοθέου σκοπὸν εἰς ἔργον προαγαγεῖν σπουδάζοντες, οἱ μηδὲ ἐντοῖς ἀχράντοις ἐκείνοις σηκοῖς αὐτὸν ἀνεχόμενοι σώζεσθαι, οὔτε τὸ σέβας αἰδεσθέντες τοῦ τόπου οὔτε τὸν καιρόν — ἦν γὰρ τοῦ σωτηρίου πάσχα πανήγυρις — οὔτε τὴν ἱερωσύνην αὐτὴν φρίξαντες μεσιτεύουσαν θεῷ καὶ ἀνθρώποις, ἀποκτέννουσι τὸν ἀνεύθυνον, ἀποσφάττουσιν αὐτὸν ἀπηνῶσμετὰ καὶ ἄλλων ἕξ. Καὶ περιαγαγόντες τούτου τὸ λείψανον πανταχοῦ κατατετρωμένον, ὠμῶς τε περισύραντες κατὰ πάντα σχεδὸν τόπον τῆς πόλεως καὶ καταπομπεύσαντες σχετλίως, ᾐκίζοντο ἀνηλεῶς τὸ τῶν πληγῶν οὐκ αἰσθανόμενον σῶμα διατεμόντες κατὰ μέλος, καὶ οὐδὲ τῶν ἐντὸς ἀπογεύεσθαι κατὰ τοὺς θῆρας φειδόμενοι ἐκείνου, ὃν ἔχειν μεσίτην θεοῦ καὶ ἀνθρώπων ἔναγχος ἐνομίσθησαν: πυρί τε παραδόντες τὸ ὑπολειφθὲν αὐτοῦ σῶμα τὴν ἐκ τούτου κόνιν τοῖς ἀνέμοις παρέπεμπον, θηρίων πᾶσαν ὑπερακοντίσαντες ἀγριότητα. Ὧν ἁπάντων αἴτιος καὶ τῶν κακῶν σοφὸς οἰκοδόμος καθειστήκει Τιμόθεος. Τῷ μέντοι γε Ζαχαρίᾳ τὰ περὶ τούτων διηγουμένῳ Zacharias iv 2 δοκεῖ πεπρᾶχθαι μὲν τὰ τούτων πλείω, ἐξ αἰτίας δὲ Προτερίου μεγίστας ταραχὰς τῇ Ἀλεξανδρέων ἐμποιήσαντος, καὶ οὐκ ἐκ τοῦ δήμου ταῦτα τετολμῆσθαι, ἀλλ̓ ἔκ τινων στρατιωτικῶν, ἐξ ἐπιστολῆς Τιμοθέου πιστούμενος πρὸς Λέοντα γεγενημένης. Τούτοις μὲν οὖν ἐπιθήσων δίκην Liberat. xv Στήλας πρὸς τοῦ βασιλέως Λέοντος ἐκπέμπεται.