<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><p>Τούτων ἐν τοῖς ἑῴοις προϊόντων, ἀνὰ τὴν προτέραν<note>Niceph. xv 11 Joh.
                            Antioch. FHG iv 614 Procop. i 331 Theophan. 108 Malal. 365 Cedren. i
                            605</note> Ῥώμην Ἀέτιος δειλαίως ἐξ ἀνθρώπων μεθίσταται, Οὐαλεντινιανός
                        τε ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς σὺν αὐτῷ τε Ἡράκλειος πρός τινων Ἀετίου
                        δορυφόρων, ἐπιβουλῆς καττυθείσης κατ̓ αὐτῶν παρὰ Μαξίμου τοῦ καὶ τὴν ἀρχὴν
                        περιζωσαμένου, διότι εἰς τὴν Μαξίμου γαμετὴν Οὐαλεντινιανὸσὕβρισε πρὸς βίας
                        αὐτῇ συμφθαρείς. Οὗτος ὁ Μάξιμος τὴν Εὐδοξίαν τὴν Οὐαλεντινιανοῦ γαμετὴν
                        συμπάσῃ ἀνάγκῃ εἰσοικίζεται. Ἣ δέ γε ὕβριν καὶ πᾶσαν ἀτοπίαν εἰκότως τὸ
                        πρᾶγμα λογισαμένη, καὶ πάντα κύβον, τὸ δὴ λεγόμενον, ῥίπτειν αἱρετισαμένη
                        ὑπὲρ ὧν εἰς τε τὸνγαμέτην ἐπεπόνθει καὶ εἰς τὴν ἐλευθερίαν ἐξύβριστο — δεινὴ
                        γὰρ γυνὴ καὶ ἀδυσώπητος λύπης, σωφροσύνης <milestone unit="altpage" n="296"/> ἀντεχομένη, εἰ ταύτην ἀφαιρεθείη, καὶ μάλιστα παῤ οὗ τὸν ἄνδρα ἔτυχεν
                        ἀπολέσασα — , κατὰ τὴν Λιβύην ἐκπέμπει, καὶ δῶρα πλεῖστα παραυτίκα δοῦσα τό
                        τε εὔελπι κἀντοῖς ἑξῆς ὑποσχομένη, πείθει Γιζέριχον ἐπελθεῖν ἀδοκήτως τῇ
                        Ῥωμαίων ἐπικρατείᾳ, πάντα οἱ προδώσειν ὑποσχομένη: οὖ δὴ γεγονότος, ἡ Ῥώμη
                        ἁλίσκεται. Ὁ δὲ Γιζέριχος οἷα βάρβαρος καὶ τὸν τρόπον ἀσταθής τε καὶ
                        παλίμβολος οὐδὲ ταύτῃ τὸ πιστὸν ἐφύλαξεν: ἀλλὰτὴν πόλιν πυρπολήσας πάντα τε
                        ληϊσάμενος, λαβὼν τὴν Εὐδοξίαν σὺν καὶ ταῖς δύο θυγατράσιν εἰς τοὐπίσω τὴν
                        ἔλασιν ποιεῖται. Καὶ κατὰ τὴν Λιβύην ἀπιὼν ᾤχετο. Καὶ τὴν μὲν πρεσβυτέραν
                        τῶν Εὐδοξίας θυγατέρων Εὐδοκίαν <note>Priscus FHG iv 104</note> Ὀνωρίχῳ
                        συνάπτει τῷ οἰκείῳ παιδί, Πλακιδίαν δὲ τὴννεωτέραν ἅμα Εὐδοξίᾳ τῇ μητρὶ σὺν
                        θεραπείαις ὕστερον βασιλικαῖς ἐς Βυζάντιον ἐκπέμπει Μαρκιανὸν ἡμερούμενος.
                        Ἐνῆγε γὰρ αὐτὸν ἐς ὀργὴν τό τε τὴν Ῥώμην ἐμπεπρῆσθαι, τό τε τὰς βασιλίδας
                        οὕτω περιυβρίσθαι. Ἡ μὲν οὖν Πλακιδία γάμοις ὁμιλεῖ κελεύσμασι Μαρκιανοῦ<pb n="55"/> Ὀλυβρίῳ ταύτην ἐσοικισαμένῳ: ὃς ἐπίσημος τῆς γερουσίας
                        ἐτύγχανεν ὣν ἐκ τῆς Ῥώμης ἁλούσης ἀνὰ τὴν Κωνσταντινούπολιν ἀφικόμενος. Μετὰ
                        δὲ αὖ Μάξιμον βασιλεύει Ῥωμαίων Μαϊουρῖνος <note>Theophan. 109, 112 Joh.
                            Antioch. FHG iv 616 Zacharias iii 11</note> δεύτερον ἔτος: καὶ
                        Μαϊουρίνου πρὸς Ῥεκιμέρου τοῦ Ῥωμαίων στρατηγοῦ δολοφονηθέντος, κατέσχε τὴν
                        ἀρχὴν Ἄβιτος μῆνας ὀκτὼ % δεύτερον ἔτος, καὶ μετ̓ ἐκεῖνον Σευῆρος ἔτεσι
                        τρισίν. </p></div></div></div></body></text></TEI>