Ὑπὸ τούτοις δὴ τοῖς χρόνοις καὶ ὀμβρίων ὑδάτων Niceph. xv 10 σπάνις γέγονεν ἐν ταῖς Φρυγίαις Γαλατίαις τε αὖ καὶ Καππαδοκίαις καὶ Κιλικίαις, ὡς ἐνδείᾳ τῶν ἀναγκαίων καὶ ὀλεθριωτέρας τροφῆς μεταλαμβάνειν τοὺς ἀνθρώπους: ὅθεν καὶ λοιμὸς γέγονεν. Ἐνόσουν τε τῇ μεταβολῇ τῆς διαίτης, καὶ οἰδαίνοντος σφίσι τοῦ σώματος δἰ ὑπερβολὴν τῆς φλεγμονῆς τὰς ὄψεις ἀπέβαλλον, βηχός τε συγγινομένης τριταῖοι τὸν βίον ἀπελίμπανον. Καὶ τοῦ μὲν λοιμοῦ τέως βοήθειαν ἐξευρεῖν οὐκ ἐνῆν, ἄκος δὲ τῆς λιμοῦ τοῖς ὑπολειφθεῖσιν ἡ πάντων σώτειρα δέδωκε πρόνοια, κατὰ μὲν τὸ ἄγονον ἔτος τροφὴν ἐκ τοῦ ἀέρος ἐπιβρέξασα ἴσα τοῖς Ἰσραηλίταις — μάννα προσηγόρευται — , ἀνὰ δὲ τὸ ἑξῆς ἔτος αὐτομάτως εὐδοκήσασα τοὺς καρποὺς τελεσιουργηθῆναι. Ταῦτα καὶ τὴν Παλαιστινῶν χώραν ἐνεμήθη ἄλλας τε πολλὰς καὶ ἀναριθμήτους, τὴν γῆν τῶν παθῶν περινοστούντων.