<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="5"><p>Ἐπὶ τούτοις Διόσκορος μὲν τὴν τῶν Γαγγρηνῶν <note>Niceph. xv 8</note>
                        <note>Zacharias iii 2 Liberat. xiv</note> τῶν Παφλαγόνων οἰκεῖν
                        κατακρίνεται, Προτέριος δὲ τὴνἐπισκοπὴν ψήφῳ κοινῇ τῆς συνόδου τῆς
                        Ἀλεξανδρέων <pb n="51"/> κληροῦται. Ὃς ἐπειδὴ τὸν οἰκεῖον κατειλήφει θρόνον,
                        μέγιστος καὶ ἀνύποιστος τάραχος τῷ δήμῳ ἀνέστη πρὸς διαφόρους κυμαινομένῳ
                        γνώμας. Οἱ μὲν γὰρ Διόσκορον ἐπεζήτουν, οἷά περ εἰκὸς ἐν τοῖς τοιούτοις
                        γίγνεσθαι, οἱ δὲ Προτερίου μάλα γεννικῶς ἀντείχοντο, ὡς καὶ πολλὰ καὶ
                        ἀνήκεστα προελθεῖν. Ἱστορεῖ δ̓ οὖν Πρίσκος ὁ <note>FHG iv 101 Theophan.
                            106</note> ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας
                        ἰδεῖν τε τὸν δῆμον ὁμόσε κατὰ τῶν ἀρχόντων χωροῦντα, τῆς τε στρατιωτικῆς
                        δυνάμεως τὴν στάσιν διακωλύειν βουλομένης, λίθων βολαῖς αὐτοὺς χρήσασθαι,
                        τρέψασθαί τε τούτους καὶ ἀνὰ τὸ ἱερὸν τὸ πάλαι Σαράπιδος ἀναδραμόντας
                        ἐκπολιορκῆσαι, καὶ πυρὶ ζῶντας παραδοῦναι. Ταῦτά τε τὸν βασιλέα μαθόντα
                        δισχιλίους νεολέκτους ἐκπέμψαι, καὶ οὕτω πνεύματος ἐπιτυχόντας οὐριοδρομῆσαι
                        ὡς ἀνὰ τὴν <milestone unit="altpage" n="293"/> ἕκτην τῶν ἡμερῶν τῇ μεγάλῃ
                            <note>16</note> τῶν Ἀλεξανδρέων προσσχεῖν πόλει. Κἀντεῦθεν τῶν
                        στρατιωτῶν παροινούντων ἔς τε τὰς γαμετὰς καὶ θυγατέρας τῶν Ἀλεξανδρέων, τῶν
                        προτέρων πολλῷ δεινότερα προελθεῖν. Ὕστερόν τε δεηθῆναι τὸν δῆμον τοῦ
                        Φλώρου, τῶν στρατιωτικῶν ταγμάτων ἡγουμένου ὁμοῦ τε καὶ τὴν πολιτικὴν
                        διέποντος ἀρχήν, ἀνὰ τὴν ἱπποδρομίαν ἁλισθέντα, ὥστε καταπράξασθαι αὐτοῖς
                        τὴν τοῦ σιτηρεσίου χορηγίαν, ἥνπερ παῤ αὐτῶν ἀφῄρητο, τά τε βαλανεῖα καὶ τὴν
                        θέαν καὶ ὅσα διὰ τὴν γενομένην παῤ αὐτῶν ἀταξίαν ἀπεκόπησαν. Καὶ οὕτω τὸν
                        Φλῶρον, εἰσηγήσει τῇ αὐτοῦ, φανέντα τῷ δήμῳ ὑποσχέσθαι ταῦτα, καὶ τὴν στάσιν
                        πρὸς βραχὺ διαλῦσαι. Ἀλλ̓ οὐδὲ τὰ κατὰ τὴν ἔρημον τὴν πρὸς τὰ Ἱεροσόλυμα
                            <note>Niceph. xv 9 Zacharias iii 3</note> τὴν ἠρεμίαν εἶχεν. Ἔνιοι γὰρ
                        τῶν μοναχῶν τῶν ἀνὰ τὴν σύνοδον εὑρεθέντων καὶ τἀναντία ταύτης βουληθέντων
                        φρονεῖν, πρὸς τὴν Παλαιστίνην ἀφικνοῦνται: καὶ προδοσίαν τῆς πίστεως
                        ὀδυρόμενοι τὸ μοναδικὸν ἔσπευδον <pb n="52"/> ἀναρριπίσαι καὶ ἀνασοβῆσαι.
                        Καὶ ἐπειδή περ Ἰουβενάλιος τὸν οἰκεῖον κατειλήφει θρόνον, καὶ βιαζόμενος
                        παρὰ τῶν ἀνασυρέντων τὰ οἰκεῖα ἀνασκευάσαι τε καὶ ἀναθεματίσαι κατὰ τὴν
                        βασιλέως πόλιν ἀνέδραμεν, ἁλισθέντες οἱ τἀναντία τῆς ἐν Καλχηδόνι συνόδου,
                        ὡς ἀνωτέρω εἰρήκαμεν,<note>Theophan. 107 Conc. vii 484 et 513</note>
                        φρονοῦντες χειροτονοῦσιν ἀνὰ τὴν ἁγίαν Ἀνάστασιν Θεοδόσιον, τὸν μάλιστα
                        κυκήσαντα τὴν ἐν Καλχηδόνι σύνοδον, τὸν καὶ πρῶτον περὶ ταύτης αὐτοῖς
                        ἀγγείλαντα. — Περὶ οὗ ὕστερον τὸ ἐν Παλαιστίνῃ μοναχικὸν πρὸς <milestone unit="altpage" n="294"/> Ἀλκίσωνα γράφον εἴρηκεν, ὡς καὶ παρὰ τοῦ
                        οἰκείουἐπισκόπου ἐπὶ κακουργίαις ἁλοὺς τοῦ κατ̓ αὐτὸν ἀπηλάθη μοναστηρίου,
                        καὶ ὅτι γε κατὰ τὴν Ἀλεξάνδρου γενόμενος ἐπελάβετο τοῦ Διοσκόρου, καὶ
                        πολλαῖς ὡς στασιώδης καταξανθεὶς πληγαῖς ἐπὶ καμήλου ἴσα κακούργοις ἀνὰ τὴν
                        πόλιν περιηνέχθη. — Πρὸς ὃν πολλαὶ τῶν ἐν Παλαιστίνῃπόλεων ἀφικνούμεναι
                        χειροτονεῖσθαι σφίσιν ἐπισκόπους <note>Zacharias iii 4 Petrus Iber.
                            53</note> παρεσκεύαζον. Ἐν οἶς καθειστήκει καὶ Πέτρος ὁ ἐξ Ἰβηρίας, τοῦ
                        καλουμένου Μαϊουμᾶ τοῦ πρὸς τῇ Γαζαίων πόλει τοὺς οἴακας τῆς ἐπισκοπῆς
                        πιστευθείς. <note>Zacharias iii 5</note> Ἅπερ ἐπειδὴ Μαρκιανὸς ἔγνω, πρῶτα
                        μὲν ἀχθῆναι παῤαὐτῷ κατὰ τὸ στρατόπεδον τὸν Θεοδόσιον κελεύει, ἐκπέμπει δὲ
                        τὸν Ἰουβενάλιον πρὸς διόρθωσιν τῶν γεγενημένων, ἀπελαθῆναι πάντας τοὺς ὑπὸ
                        Θεοδοσίου χειροτονηθέντας ἐγκελευσάμενος. Μετὰ γοῦν τὴν ἄφιξιν Ἰουβεναλίου
                        πολλὰ καὶ ἀνιαρὰγεγόνασιν, ἐκεῖθεν ἔνθεν προϊόντων ὅσαπερ θυμὸς αὐτοῖς
                        ὑπηγόρευσε: τοῦ βασκάνου καὶ θεομισοῦς δαίμονος οὕτως ἑνὸς γράμματος
                        ἐναλλαγὴν κακούργως τεχνάσαντός τε καὶ παρερμηνεύσαντος, ὥστε τῆς θἀτέρου
                        τούτων ἐκφωνήσεως πάντως εἰσαγούσης ἐνταῦθα τὸ ἕτερον, πολὺ τὸ διαλλάττον<pb n="53"/> παρὰ τοῖς πλείοσι νομίζεσθαι, καὶ ἀντικρὺ τὰς ἐννοίας ἐκ
                        διαμέτρου φέρεσθαι καὶ ἀλλήλων ἀναιρετικὰς καθεστάναι. Ὅ τε γὰρ ἐν δύο
                        φύσεσι τὸν Χριστὸν ὁμολογῶν ἐκ δύο ἄντικρυς λέγει, εἴπερ ἐν θεότητι καὶ
                        ἀνθρωπότητι συνομολογῶν τὸν Χριστόν, ὁμολογῶν ἐκ θεότητος καὶ ἀνθρωπότητος
                        συντεθεῖσθαι λέγει. Ὅ τε ἐκ δύο λέγων τὴν ἐν δύο πάντως ὁμολογίαν εἰσάγει,
                        εἴπερ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγων, ἐν θεότητι καὶ
                        ἀνθρωπότητι ὁμολογεῖ αὐτὸν καθεστάναι: οὔτε τῆς σαρκὸς εἰς θεότητα
                        μεταβληθείσης, οὔτε αὖ τῆς θεότητος ἐς σάρκα χωρησάσης, ἐξ ὧν ἡ ἄρρητος
                        ἕνωσις, ὡς διὰ τῆς ἐκ δύο φωνῆς ἐνταῦθα νοεῖσθαι προσφόρως τὴν ἐν δύο, καὶ
                        διὰ τῆς ἐν δύο τὴν ἐκ δύο, καὶ θάτερον τοῦ ἑτέρου μὴ ἀπολιμπάνεσθαι: ὅπου γε
                        κατὰ τὸ περιούσιον οὐ μόνον τὸ ὅλον ἐκ μερῶν, ἀλλὰ καὶ ἐν μέρεσι τὸ ὅλον
                        γνωρίζεται. Καὶ ὅμως οὕτως ἀλλήλων ἀπεσχοινίσθαι <milestone unit="altpage" n="295"/> ταῦτα νομίζουσιν ἄνθρωποι, συνηθείᾳ τινὶ περὶ τῆς τοῦ θεοῦ
                        δόξης, ἢ καὶ τὸ οὕτω βούλεσθαι προειλημμένοι, ὡς πάσης ἰδέας θανάτου
                        περιφρονεῖν, ἣ πρὸς τὴν τοῦ ὄντος ἰέναι συγκατάθεσιν: ὅθεν τὰ λελεγμένα μοι
                        γεγόνασι. Καὶ ταῦτα μὲν ἔσχεν οὕτως. </p></div></div></div></body></text></TEI>