Ἁλίζονται τοίνυν ἀνὰ τὸ ἱερὸν τέμενος Εὐφημίας Niceph. xv 3 τῆς μάρτυρος, ὅπερ ἵδρυται μὲν ἐπὶ τῆς Καλχηδοναίων τοῦ Βιθυνῶν ἔθνους, ἀπῴκισται δὲ τοῦ Βοσπόρου σταδίοις οὐ πλείοσι δύο, ἔν τινι τῶν εὐφυῶν χωρίων ἠρέμα προσάντει: ὥστε τοὺς περιπάτους ἀνεπαισθήτους εἶναι τοῖς ἐς τὸν νεὼν ἀπιοῦσι τῆς μάρτυρος, ἐξαπίνης τε μετεώρους εἶναι εἴσω τῶν ἀνακτόρων γενομένους: ὥστε τὰς ὄψεις ἐκχέοντας ἐκ περιωπῆς ἅπαντα θεωρεῖν, ὑπεστρωμένα πεδία ὁμαλῆ καὶ ὕπτια, τῇ πόᾳ χλοάζοντα ληΐοις τε κυμαινόμενα καὶ παντοδαπῶν δένδρων τῇ θέᾳὡραϊζόμενα, ὄρη τε λάσια ἐς ὕψος εὐπρεπῶς μετεωριζόμενά τε καὶ κυρτούμενα, ἄταρ καὶ πελάγη διάφορα, τὰ μὲν τῇ γαλήνῃ πορφυρούμενα καὶ ταῖς ἀκταῖς προσπαίζοντα ἡδύ τι καὶ ἥμερον ἔνθα νήνεμα τὰ χωρία καθεστᾶσι, τὰ δὲ παφλάζοντά τε καὶ τοῖς κύμασιν ἀγριαίνοντα,κάχληκάς τε καὶ φυκία καὶ τῶν ὀστρακοδέρμων τὰ κουφότερα μετὰ τῆς ἀντανακλάσεως τῶν κυμάτων αὐτῆς ἀνασειράζοντα. Ἀντικρὺ δὲ τῆς Κωνσταντίνου τὸ τέμενος, ὥστε καὶ τῇ θέᾳ τῆς τοσαύτης πόλεως τὸν νεὼν ὡραΐζεσθαι. Τρεῖς δ̓ ὑπερμεγέθεις οἶκοι τὸ τέμενος:εἷς μὲν ὑπαίθριος, ἐπιμήκει τῇ αὐλῇ καὶ κίοσι πάντοθεν κοσμούμενος, ἕτερός τ̓ αὖ μετὰ τοῦτον τό τε εὖρος τό τε μῆκος τούς τε κίονας μικροῦ παραπλήσιος, μόνῳ δὲ τῷ ἐπικειμένῳ ὀρόφῳ διαλλάττων: οὗ κατὰ τὴν βόρειον πλευρὰν πρὸς ἥλιον ἀνίσχοντα, οἶκος περιφερὴς ἐς θόλον,εὖ μάλα τεχνικῶς ἐξησκημένοις κίοσιν, ἴσοις τὴν ὕλην, ἴσοις τὰ μεγέθη καθεστῶσιν ἔνδοθεν κυκλούμενος. Ὑπὸ τούτοις ὑπερῷόν τι μετεωρίζεται ὑπὸ τὴν αὐτὴν ὀροφήν, ὡς ἂν κἀντεῦθεν ἐξῇ τοῖς βουλομένοις ἱκετεύειν τε τὴν μάρτυρα καὶ τοῖς τελουμένοις παρεῖναι. Εἴσω δὲ τοῦθόλου πρὸς τὰ ἑῷα εὐπρεπής ἐστι σηκός, ἔνθα τὰ πανάγια τῆς μάρτυρος ἀπόκειται λείψανα ἔν τινι σορῷ τῶν ἐπιμήκων — μακρὰν ἔνιοι καλοῦσιν — ἐξ ἀργύρου εὖ μάλα σοφῶς ἠσκημένῃ. Simoc. viii 14 Καὶ ἃ μὲν ὑπὸ τῆς παναγίας ἐπί τισι χρόνοις θαυματουργεῖται,πᾶσι Χριστιανοῖς ἔκδηλα. Πολλάκις γὰρ ἢ τοῖς κατὰ καιρον τὴν αὐτὴν ἐπισκοποῦσι πόλιν ὄναρ ἐπιστᾶσα διακελεύεται ἢ τισι τῶν ἄλλως ἐς βίον ἐπισήμων, παραγινομένοις αὐτῇ κατὰ τὸ τέμενος τρυγᾶν. Ὅπερ ἐπειδὰν τοῖς τε βασιλεῦσι τῷ τε ἀρχιερεῖ καὶ τῇ πόλει κατάδηλον ᾖ, φοιτῶσι κατὰ τὸν νεὼν οἵ τε τὰ σκῆπτρα οἵ τε τὰ ἱερὰ καὶ τὰς ἀρχὰς διέποντες ἅπας τε ὁ λοιπὸς ὅμιλος μετασχεῖν τῶν τελουμένων βουλόμενοι. Πάντων τε οὖν ὁρώντων ὁ τῆς Κωνσταντίνου πρόεδρος μετὰ τῶν ἀμφ̓ αὐτὸν ἱερέων εἴσω τῶν ἀνακτόρων χωρεῖ, ἔνθα τὸ λελεγμένον μοι πανάγιον ἀπόκειται σῶμα. Ἔστι δέ τι κλειθρίδιον μικρὸν κατὰ τὴν αὐτὴν σορὸν ἐν τῷ λαιῷ μέρει θύραις μικραῖς κατησφαλισμένον, ὅθεν σίδηρον ἐπιμήκη κατὰ τὰ πανάγια λείψανα σπόγγον περιαρτήσαντες ἐπαφιᾶσι, καὶ τὸν σπόγγον περιδονοῦντες ἐς ἑαυτοὺς τὸν σίδηρον ἀνέλκουσιν αἱμάτων πλήρη θρόμβων τε πολλῶν. Ὅπερ ἐπὰν ὁ λεὼς ἴδοι, εὐθέως προσεκύνησε τὸν θεὸν γεραίρων. Τοσαύτη δέ γε καθέστηκε τῶν ἐκφερομένων ἡ πληθύς, ὥστε καὶ τοὺς εὐσεβεῖς βασιλεῖς καὶ πάντας τοὺς ἁλιζομένους ἱερέας καὶ μὴν καὶ πάντα τὸν ἀθροιζόμενον λεὼν πλουσίως τῶν ἀναδιδομένων μεταλαμβάνειν, ἐκπέμπεσθαί τε καὶ ἀνὰ τὴν ὑφήλιον πᾶσαν τῶν πιστῶν τοῖς βουλομένοις, καὶ διὰ παντὸς τούς τε θρόμβους σώζεσθαι τό τε πανάγιον αἷμα, μηδαμῶς ἐς 21 ἑτέραν μεταχωροῦν ὄψιν. Ἅπερ θεοπρεπῶς τελεῖται, οὐ κατά τινα διωρισμένην περίοδον, ἀλλ̓ ὡς ἂν ἡ τοῦ προεδρεύοντος βιοτὴ καὶ ἡ τῶν τρόπων σεμνότης βούλεται. Φασὶ δ̓ οὖν ὅτε μὲν τῶν εὐσχημόνων τις κυβερνῴη καὶ ταῖς ἀρεταῖς ἐπίσημος, τοῦτο τὸ θαῦμα καὶ μάλα συχνῶς γίγνεσθαι: ὅτε δὲ τῶν οὐ τοιούτων, σπανίως τὰς τοιαύτας θεοσημείας προϊέναι. Λέξω δέ τι, ὅπερ οὐ χρόνος, οὐ καιρὸς διατέμνει, οὐδὲ μὴν πιστοῖς τε καὶ ἀπίστοις διακέκριται, πᾶσι δὲ ἐξ ἴσης ἀνεῖται: ὅταν ὧδε τοῦ χώρου τις γένηται ἔνθα ἡ τιμία σορὸς ἐν ᾗ τὰ πανάγια λείψανα, ὀδμῆς εὐώδους ἐμπίπλαται πάσης συνήθους ἀνθρώποις ὑπερτέρας. Οὐδὲ γὰρ τῇ ἐκ λειμώνων ἀθροιζομένῃ παρέοικεν, οὐδέ γε τῇ ἔκ τινος τῶν εὐωδεστάτων ἀναπεμπομένῃ, οὐδὲ οἵαν μυρέψης ἐργάσαιτο: ξένη δέ τις καὶ ὑπερφυὴς ἐξ αὐτῆς παριστᾶσα τῶν ἀναδιδόντων τὴν δύναμιν.