<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="2"><p>Προσίασι τοίνυν αὐτῷ ταῦτα βουλευομένῳ οἵ τε <note>Niceph. xv 2 Theophan.
                            105</note> Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου διακονούμενοι
                        ταῖς ἀποκρίσεσι, φάσκοντες Διόσκορον ἀνὰ τὸ δεύτερον ἐν Ἐφέσῳ συνέδριον μὴ
                        δέξασθαι τὸν Λέοντοστόμον, ὀρθοδοξίας ὅρον τυγχάνοντα, οἵ τε παῤ αὐτοῦ
                        Διοσκόρου καθυβρισθέντες τὰ κατὰ σφᾶς ἱκετεύοντες <pb n="39"/> συνοδικῶς
                        κριθῆναι. Παρώτρυνε δὲ μάλιστα Εὐσέβιος ὁ τοῦ Δορυλαίου γεγονὼς πρόεδρος,
                        φάσκων ἐπιβουλεύμασι Χρυσαφίου τοῦ Θεοδοσίου ὑπασπιστοῦ αὐτόν τε καὶ
                        Φλαβιανὸν καθαιρεθῆναι, διότι χρυσίον τῷ Χρυσαφίῳ <note>Theophan. 98,
                            100</note> ζητοῦντι ὁ Φλαβιανὸς ἐπὶ τῇ οἰκείᾳ χειροτονίᾳ πρὸς ἐντροπὴν
                        ἱερὰ πέπομφε σκεύη, καὶ ὅτι παραπλήσιος τὴν κακοδοξίαν Εὐτυχεῖ καθειστήκει ὁ
                        Χρυσάφιος. Ἔλεγε δὲ τὸν Φλαβιανὸν καὶ δειλαίως ἀναιρεθῆναι πρὸς Διοσκόρου
                        ὠθούμενόν τε καὶ λακτιζόμενον. Ἐξ ὧν ἡ ἐν Καλχηδόνι σύνοδος ἁλίζεται,
                        ἀγγελιῶν τε καὶ ἀγγελιαφόρων πεμφθέντων καὶ τῶν ἑκασταχοῦ ἱερέων εὐσεβέσι
                        γράμμασι κληθέντων, πρῶτα μὲν ἐν Νικαίᾳ — ὡς καὶ τὸν <note>Conc. vi
                            132</note> Ῥώμης πρόεδρον Λέοντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπιγράψαι,
                        πρὸς αὐτοὺς ἐπιστέλλοντα περὶ ὧν ἐς τὸν οἰκεῖον πέπομφε τόπον, Πασκασιανοῦ
                        καὶ Λουκενσίου καὶ λοιπῶν — , ὕστερον δὲ ἐν Καλχηδόνι τῆς Βιθυνῶν χώρας. Καὶ
                        Ζαχαρίας μὲν ἐμπαθῶς ὁ ῥήτωρ καὶ Νεστόριον <note>Zacharias iii 1 Rev. de
                            l'hist. des relig. viii 570</note> ἐκ τῆς ὑπερορίας <milestone unit="altpage" n="284"/> μετάπεμπτον γενέσθαι φησί: τὸ δέ γε μὴ ταῦθ̓
                        οὕτως ἔχειν τεκμηριοῖ τὸ πανταχοῦ τῆς συνόδου τὸν Νεστόριον ἀνατεθεματίσθαι.
                        Δηλοῖ δὲ εὖ μάλα καὶ Εὐστάθιος ὁ τῆς Βηρυτῶν ἐπίσκοπος, γράφων πρὸς Ἰωάννην
                        ἐπίσκοπον καὶ πρὸς Ἰωάννην ἕτερον πρεσβύτερον περὶ τῶν ἐν τῇ συνόδῳ
                        κινηθέντων ἐπὶ λέξεως ὧδε: <q>Ὑπαντήσαντες δὲ πάλιν οἱ ζητοῦντες Νεστορίου
                            τὰ λείψανα τῆς συνόδου κατεβόων: <q>Οἱ ἅγιοι διὰ τί ἀναθεματίζονται;</q>
                            ὡς ἀγανακτήσαντα τὸν βασιλέα τοῖς δορυφόροις ἐπιτρέψαι μακρὰν αὐτοὺς
                            ἀπελάσαι.</q> Πῶς οὖν ὁ Νεστόριος μετεκαλεῖτο τῶν ἐντεῦθεν μεταστάς, οὐκ
                        ἔχω λέγειν. </p></div></div></div></body></text></TEI>