Κατὰ τοῦτον τὸν χρόνον Λέων ὁ βασιλεὺς ἐν Niceph. xv 29 Theophan. 120 Cramer. An. Par. ii 105 Malal. 375 Zonar. iii 254 Βυζαντίῳ τὴν βασιλείαν ἀποτίθεται, ἑπτὰ καὶ δέκα ταύτην ἔτη ἰθύνας, Λέοντα τῆς ἑαυτοῦ θυγατρὸς Ἀριάδνης καὶ Ζήνωνος υἱὸν ὄντα νήπιον βασιλέα χειροτονήσας. Μεθ̓ ὃν Ζήνων ὁ πατὴρ τὸ ἁλουργὲς σχῆμα περιτίθεται, Βερίνης τῆς Λέοντος γυναικὸς ὡς γαμβρῷ συνεπιλαβούσης. Τελευτήσαντος δὲ τοῦ παιδὸς μετὰ χρόνον βραχύν, ὁ Ζήνων μόνος διέμεινε κρατῶν τῆς ἡγεμονίας. Ἃ δὲ πρὸς αὐτοῦ ἢ κατ̓ αὐτοῦ πέπρακται, καὶ ὅσα ἕτερα συνηνέχθη, τὰ ἑξῆς παραστήσει, τοῦ κρείττονος ἐπινεύσαντος. Τέλος τοῦ δευτέρου λόγου.