Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀνθέμιος Niceph. xv 11 Theophan. 114 Malal. 371, et Hermes vi 369 Procop. i 336 βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται: ᾧ Μαρκιανὸς ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα. Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα Priscus FHG iv 100 Theophan. 117 Procop. i 340 Zonar. iii 251 Πρίσκῳ τῷ ῥήτορι πεπόνηται: ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆσἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πεποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. Joh. Antioch. FHG iv 617 Theophan. 119 Zacharias iii 12 Μετὰ δὲ τὴν τοῦ Ἀνθεμίου σφαγὴν πέμπτον ἔτος τῆς Ῥώμης βασιλεύσαντος, ὑπὸ Ῥεκίμερος βασιλεὺς Ὀλύβριοσἀναγορεύεται, καὶ μετ̓ αὐτὸν βασιλεὺς προχειρίζεται Γλυκέριος. Ὃν ἐκβαλὼν Νέπως μετὰ πέμπτον ἔτος τῆς ἀρχῆς κρατεῖ, ἐπίσκοπόν τε Ῥωμαίων τὸν Γλυκέριον εἰς Σάλωνα πόλιν τῆς Δαλματίας χειροτονεῖ: ἐκβάλλεταί τε ὑπὸ Ὀρέστου, καὶ μετ̓ ἐκεῖνον ὁ τούτουπαῖς Ῥωμύλλος ὁ ἐπίκλην Αὐγουστοῦλος, ὃς ἔσχατος τῆς Ῥώμης αὐτοκράτωρ κατέστη, μετὰ τρεῖς καὶ τριακοσίους καὶ χιλίους ἐνιαυτοὺς τῆς Ῥωμύλου βασιλείας. Μεθ̓ ὃν Ὀδόακρος τὰ Ῥωμαίων μεταχειρίζεται πράγματα, τῆς μὲν βασιλέως προσηγορίας ἑαυτὸν ἀφελών, ῥῆγα δὲ προσειπών.