<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="13"><p>Συνηνέχθη δὲ τούτοις ὅμοια ἢ καὶ δεινότερα ἀνὰ <milestone unit="altpage" n="306"/>
                        <note>Niceph. xv 21 Theod. Lect. i 23 Malal. 372 Cedren. i 609 Zonar. iii
                            252 Metaphr. PG 116, 1004</note> τὴν Κωνσταντινούπολιν, ἀρχῆς τοῦ κακοῦ
                        γενομένης ἐν τῷ παραθαλασσίῳ τῆς πόλεως μέρει, ὅπερ βοὸς καλοῦσι πόρον.
                        Ἱστόρηται δὲ ὡς κατὰ τὰς ἐπιλυχνίους ὥρας δαίμων τις κακοῦργος παλαμναῖος
                        γυναικὶ εἰκασθείς, εἴτεκαὶ ταῖς ἀληθείαις γυνὴ χερνῆτις ὑπὸ δαίμονος
                        οἰστρουμένη — λέγεται γὰρ ἐπ̓ ἀμφότερα — , λύχνον πρὸς παντοπώλιον ἐνεγκεῖν
                        ὠνησομένη τι τῶν τεταριχευμένων, τεθέντος δ̓ αὖ τοῦ λύχνου τὸ γύναιον
                        ὑπαναχωρῆσαι: τὸ δέ γε πῦρ στυππίου λαβόμενον φλόγα μεγίστηνἐξᾶραι, λόγου τε
                        θᾶττον ἐμπρῆσαι τὸ οἴκημα: ἐκ τούτου δὲ τὰ παρακείμενα ῥᾴδιον ἀφανισθῆναι,
                        τοῦ πυρὸς ἀμφινεμομένου οὐ μόνον τὰ εὐέξαπτα ἀλλὰ καὶ τὰς ἐκ λίθων
                        οἰκοδομίας, καὶ ἄχρι τετάρτης ἡμέρας διαμείναντος, καὶ πᾶσαν ἄμυναν
                        ὑπερβεβηκότος, τὸ μεσαίτατον ἅπαν τῆσπόλεως ἀπὸ τοῦ ἀρκτῴου μέχρι τοῦ νοτίου
                        κλίματος δαπανηθῆναι, ἐπὶ πέντε μὲν σταδίους τὸ μῆκος, δεκατέσσαρας δὲ τὸ
                        πλάτος: ὡς μηδὲν μεταξὺ καταλειφθῆναι <pb n="65"/> μὴ δημοσίων μὴ ἰδιωτικῶν
                        οἰκοδομιῶν, μὴ κίονας, μὴ τὰς ἐκ λίθων ψαλίδας, ἀλλὰ πᾶσαν ἀπεσκληκυῖαν ὕλην
                        ὥσπερ τι τῶν εὐεξάπτων κατακαυθῆναι. Τοῦτο δὲ τὸ κακὸν γενέσθαι ἐν μὲν τῷ
                        βορείῳ κλίματι, ἐν ᾧ καὶ νεώρια τῆς πόλεως καθεστᾶσιν, ἀπὸ τοῦ καλουμένου
                        βοὸς πόρου μέχρι τοῦ παλαιοῦ Ἀπόλλωνος ἱεροῦ, ἐν δὲ τῷ νοτίῳ ἀπὸ τοῦ
                        Ἰουλιανοῦ λιμένος μέχρις οἰκιῶν οὐ πολὺ κειμένων τοῦ εὐκτηρίου τῆς ἐπίκλην
                        Ὁμονοίας ἐκκλησίας, ἐν δὲ τῷ μεσαιτάτῳ τῆς πόλεως μέρει ἀπὸ τοῦ Κωνσταντίνου
                        προσαγορευομένου φόρου μέχρι τῆς τοῦ Ταύρου καλουμένης ἀγορᾶς, οἰκτρὸν πᾶσι
                        θέαμα καὶ εἰδεχθέστατον. Ὅσα γὰρ ἐπῃώρητο <milestone unit="altpage" n="307"/> τῇ πόλει κάλλη, ἢ πρὸς τὸ μεγαλοπρεπὲς καὶ ἀπαράβλητον ἐξησκημένα, ἢ πρὸς
                        κοινὰς ἢ ἰδιωτικὰς καλοῦντα χρείας, ὑφ̓ ἓν ἐς ὄρη τε καὶ βουνοὺς
                        ἀπεσχεδιάσθη δυσβάτους τε καὶ δυσδιαπορεύτους καὶ παντοίων ὑλῶν πλήρεις, τὴν
                        προτέραν συγχέοντας ὄψιν: ὡς μηδὲ τοῖς οἰκήτορσι τὸν τόπον ἐπιτρέπειν
                        εἰδέναι τί τε ἢ ὅπη τῶν προτέρων ἐτύγχανεν ὤν. </p></div></div></div></body></text></TEI>