<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="12"><p>Ἀνὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας Λέοντος, <note>Niceph. xv 20 Malal. 369
                            Ioh. Nikiu c. 88</note> κλόνος τῆς γῆς ἐξαίσιος καὶ βρασμὸς ἀνὰ τὴν
                        Ἀντιόχου γίνεται, τινῶν μὲν παρὰ τοῦ κατ̓ αὐτὴν δήμου προγεγενημένων, πρὸς
                        πᾶσαν ἐκβακχευθέντων μανίαν πάσης τε θηριώδους ἐπέκεινα γενομένων γνώμης,
                        ὥσπερ δὲ προοίμιον τοῖς τοιούτοις κακοῖς παρασχομένων: γίνεται γοῦν
                        χαλεπώτατος ἕκτον καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς πόλεως, περὶ
                        τετάρτην ὥραν τῆς νυκτός, τετάρτην καὶ δεκάτην ἄγοντος ἡμέραν τοῦ Γορπιαίου
                        μηνός, ὃν Σεπτέμβριον Ῥωμαῖοι προσαγορεύουσι, κυρίας ἐπικαταλαβούσης ἡμέρας,
                        ἀνὰ τὴν ἑνδεκάτην ἐπινέμησιν τοῦ κύκλου, ἕκτος τυγχάνειν ἱστορούμενος, ἑπτὰ
                        καὶ τεσσαράκοντα καὶ τριακοσίων διῳχηκότων ἐνιαυτῶν ἐξ ὅτου ὁ κατὰ Τραϊανὸν
                        γέγονεν: ἐκεῖνος μὲν γὰρ ἔνατον καὶ πεντηκοστὸν καὶ ἑκατοστὸν ἀγούσης τῆς
                        πόλεως ἔτος τῆς <milestone unit="altpage" n="305"/> αὐτονομίας γέγονεν, ὁ δέ
                        γε ἐπὶ Λέοντος, ἕκτον καὶ πεντακοσιοστόν, ὡς τοῖς φιλοπονήσασιν ἐκτέθειται.
                        Οὗτος τοίνυν ὁ σεισμὸς τῆς καινῆς τὰς οἰκίας ἁπάσας σχεδὸν καταβέβληκε,
                        πολυανθρώπου ταύτης γεγενημένης, καὶ οὐδὲν ἐχούσης ἔρημον ἢ ὅλως ἠμελημένον,
                        ἀλλὰ καὶ λίαν ἐξησκημένης τῇ φιλοτιμίᾳ τῶν βασιλέων πρὸς ἀλλήλους
                        ἁμιλλωμένων. Τῶν τε βασιλείων ὁ πρῶτος καὶ δεύτερος οἶκος κατεβλήθησαν, τῶν
                        ἄλλων σὺν τῷ παρακειμένῳ βαλανείῳ μεινάντων, τῷ γε καὶ λούσαντι τὴν πόλιν
                        παρὰ <pb n="64"/> τὴν συμφορὰν ἐκ τῆς πρότερον ἀχρηστίας, ἀνάγκῃ τῶν τοῖς
                        ἄλλοις βαλανείοις συμβεβηκότων. Κατέρριψε δὲ καὶ τὰς στοὰς τὰς πρὸ τῶν
                        βασιλείων καὶ τὸ ἐπ̓ αὐταῖς τετράπυλον, καὶ τοῦ ἱπποδρομίου δὲ τοὺς περὶ τὰς
                        θύρας πύργους, καὶ τινας τῶν ἐπ̓ αὐταῖς στοῶν. Κατὰ δὲ τὴνπαλαιὰν τῶν μὲν
                        στοῶν ἢ οἰκημάτων πτῶσις ὅλως οὐκ ἔψαυσε, τῶν δὲ Τραϊανοῦ καὶ Σευήρου καὶ
                        Ἀδριανοῦ βαλανείων μικρὰ κατασείσας ἀνέτρεψε. Καὶ τῆς γε Ὀστρακίνης οὕτω
                        καλουμένης γειτονίας τινὰ συγκατέβαλε σὺν καὶ ταῖς στοαῖς καὶ τὸ καλούμενον
                        Νυμφαῖονῥίψας. Ὧν τὸ καθ̓ ἕκαστον περιέργως Ἰωάννῃ ἱστόρηται τῷ ῥήτορι. Φησὶ
                        δ̓ οὖν ὡς χίλια χρυσίου τάλαντα πρὸς τοῦ βασιλέως ἐκ τῶν φόρων ἀφείθη τῇ
                        πόλει, καὶ τοῖς δὲ πολιτευταῖς τῶν ἠφανισμένων τῷ πάθει τὰ τέλη:
                        ἐπιμελήσασθαι δὲ τοῦτον καὶ τῶν δημοσίων οἰκοδομῶν.</p></div></div></div></body></text></TEI>