Ἃ μὲν ὑπὸ τοῖς Θεοδοσίου γεγένηται χρόνοις, Niceph. xv 1 τῇ πρώτῃ διείληπται διαλέξει. Φέρε δὲ Μαρκιανὸν εἰσμέσον ἄγοντες τὸν ἀοίδιμον Ῥωμαίων αὐτοκράτορα, πρότερον ἱστορήσωμεν τίς τε ἦν καὶ ὅθεν, καὶ ὅπως τὴν βασιλείαν Ῥωμαίων ἀνεδήσατο: οὕτω τε τὰ ὑπ̓ αὐτῷ γεγενημένα κατὰ τοὺς ἰδίους ἀποθώμεθα καιρούς. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶΠρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος, ἀνδρὸς στρατιωτικοῦ παῖς: ὅς γε τῆς τοῦ πατρὸς βιοτῆς μεταλαχεῖν ἐπειγόμενος πρὸς τὴν Φιλιππούπολιν τὰς ὁρμὰς ἔσχεν, ἔνθα καὶ στρατιωτικοῖς ἐδύνατο συντετάχθαι τάγμασιν. Ἀνὰ δὲ τὴν ὁδὸν τεθέαται νεοσφαγὲσσῶμα ἐπὶ γῆς ἐρριμμένον: ᾧ παρεστώς, ἦν γὰρ τά τε ἄλλα πανάριστος καὶ ἐς τὰ μάλιστα φιλανθρωπότατος, ᾤκτειρε τὸ γεγονός, καὶ ἐπὶ πολὺ τὴν πορείαν ἐπεῖχε τῶν εἰκότων μεταδοῦναι βουλόμενος. Ἐπειδὴ δέ τινες τοῦτο τεθέανται, ταῖς ἐν τῇ Φιλιππουπόλει προσήγγελλονἀρχαῖς: αἳ τὸν Μαρκιανὸν παραλαβοῦσαι τὰ περὶ τῆς μιαιφονίας ἀνηρώτων. Καὶ δὴ τῶν στοχασμῶν καὶ τῶν εἰκότων πλέον τῆς ἀληθείας καὶ τῆς γλώσσης ἐσχηκότων, τὸν φόνον τε τἀνδρὸς ἀναινομένου καὶ μιαιφόνου γε ποινὰς μέλλοντος ἀποτίσειν, θεία τις ἐξαπίνης ῥοπὴ τὸν μιαιφόνον παραδίδωσιν: ὃς τὴν κεφαλὴν ἀποθέμενος ποινὴν τοῦ δράματος τὴν κεφαλὴν τῷ Μαρκιανῷ χαρίζεται. Οὕτω παραδόξως σωθεὶς ἔν τινι τῶν αὐτόθι στρατιωτικῶν τελῶν ἀφικνεῖται, ἐν αὐτῷ παραγγέλλειν βουλόμενος. Οἳ τὸν ἄνδρα θαυμάσαντες μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον εἰκότως τεκμηράμενοι ἥδιστα προσδέχονται, καὶ σφίσιν αὐτοῖς ἐγκαταλέγουσιν, οὔτι ἔσχατον, ὡς ὁ στρατιωτικὸς ἐθέλει νόμος, ἐς δέ τινα βαθμὸν ἄρτι τετελευτηκότος ἀνδρός — Αὔγουστος ὄνομα τούτῳ — , Μαρκιανὸν τὸν καὶ Αὔγουστον ἐς τὴν παραγγελίαν ἐγγράψαντες, ὡς φθάσαι τοὔνομα τὴν προσηγορίαν τῶν ἡμετέρων βασιλέων, τὸ καλεῖσθαι Αὔγουστοι μετὰ τῆς ἁλουργίδος περιβαλλομένων: ὥσπερ οὐκ ἀνασχομένου τοῦ ὀνόματος ἐπ̓ αὐτῷ χωρὶς τῆς ἀξίας μεῖναι, μηδ̓ αὖ πάλιν τῆς ἀξίας ἕτερον ὄνομα ζητησάσης εἰς σεμνολόγημα, ὥστε κύριον καὶ προσηγορικὸν τὸ αὐτὸ καθεστάναι, διὰ μιᾶς κλήσεως τῆς τε ἀξιώσεως τῆς τε προσηγορίας σημαινομένων. Καὶ ἕτερον δὲ συνέπεσε τὴν βασιλείαν τῷ Μαρκιανῷ Procop. i 326 Theophan. 104 Zonar. iii 246 Cramer. An. Par. ii 312 τεκμηριῶσαι δυνάμενον. Ἐπειδὴ γὰρ Ἄσπαρι συνεστράτευσε κατὰ Βανδίλων δορυάλωτός τε γέγονε σὺν ἑτέροις πλείστοις, παρὰ πολὺ τῶν Βανδίλων ἡττηθέντος τοῦ Ἄσπαρος, ἀνὰ τὸ πεδίον ἤχθη μετὰ τῶν ἄλλων ἀνδραπόδων, Γιζερίχου τοὺς ζωγρηθέντας ἰδεῖν βουληθέντος: οἵπερ ἐπειδὴ ἡλίσθησαν, ἔν τινι τῶν ὑπερῴων ὁ Γιζέριχος καθῆστο τῷ πλήθει τῶν σαγηνευθέντων ἡδόμενος. Οἳ τοῦ καιροῦ τριβομένου, ὡς ἂν ἑκάστοις ἐδόκει, διετέλουν: ἀνεῖσαν γὰρ οἱ φύλακες τὰ δεσμά, Γιζερίχου προστάξαντος. Ἄλλος μὲν οὖν ἄλλο τι ἐπεπράχει: Μαρκιανὸς δὲ καθεὶς ἑαυτὸν ἐς τὸ πεδίον ὑπὸ τῷ ἡλίῳ ἐκάθευδε θερμῷ τε ὄντι καὶ διαπύρῳ παρὰ τὴν ὥραν τοῦ ἔτους. Ἀετὸς δὲ τῶν ὕπερθεν ἐπιστὰς καὶ κατὰ κάθετον τῷ ἡλίῳ ἀντιμέτωπον τὴν πτῆσιν ποιησάμενος, νεφέλης δίκην σκιὰν καὶ τὴν ἐντεῦθεν παραψυχὴν τῷ Μαρκιανῷ ἐτεχνάσατο: ὡς θαυμάσαντα Γιζέριχον συμβαλεῖν εὐστόχως τὰ ἐσόμενα, μετάπεμπτόν τε τὸν Μαρκιανὸν ποιησάμενον ἀφεῖναι τῆς αἰχμαλωσίας, ὅρκοις δεινοῖς κατασφαλισάμενον ἦ μὴν τὰ πιστὰ φυλάξειν Βανδίλοις ἐς βασιλείαν παριόντα καὶ ὅπλα κατ̓ αὐτῶνμὴ κινεῖν: καὶ φυλάξαι τὸν Μαρκιανὸν ἐπὶ τοῖς ἔργοις Procop. i 327 ὁ Προκόπιος ἱστορεῖ. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, τὴν ἐκτροπὴν ἐάσαντες. Cramer. An. Par. ii 311 Ἦν ὁ Μαρκιανὸς τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος: πλοῦτον ἡγούμενος οὐ τὸν ἀπόθετον,οὐδὲ μὴν τὸν ἀπὸ δασμολογιῶν συμφορούμενον, ἕνα δὲ μόνον τὸν τοῖς δεομένοις ἐπαρκεῖν δυνάμενον καὶ τοῖς πολλὰ κεκτημένοις ἀσφαλῆ παρέχειν τὸν πλοῦτον: φοβερὸς οὐκ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ̓ ἐν τῷ τιμωρήσεσθαι: δἰ ἃ καὶ τὴν ἀρχὴν ἆθλον ἀρετῆς, οὐ κληρονομίανμίαν ἔσχε, τῆς τε γερουσίας τῶν τε ἄλλων τῶν πᾶσαν πληρούντων τύχην ἁπάσαις ψήφοις τὴν βασιλείαν αὐτῷ Malal. 367 Theophan. 103 Ioh. Nikiu c. 87 παρασχομένων, γνώμῃ Πουλχερίας: ἣν καὶ ἐσῳκίσατο μὲν ὡς βασιλίδα, οὐ μὴν ἔγνω, ἀείπαιδος ἐκείνης μέχρι γήρως μεινάσης. Γέγονε δὲ ταῦτα οὔπω Οὐαλεντινιανοῦτοῦ τῆς Ῥώμης αὐτοκράτορος τὴν ψῆφον ἐπικυρώσαντος: ὅμως δ̓ οὖν διὰ τὴν ἀρετὴν ἐπιψηφίσαντος, ἐβούλετο ὁ Μαρκιανὸς καὶ τῷ θεῷ κοινὸν παρὰ πάντων σέβας προσάγεσθαι, τῶν διὰ τὴν ἀσέβειαν συγχυθεισῶν γλωσσῶν αὖθις εὐσεβῶς ἑνουμένων, καὶ διὰ μιᾶς καὶ τῆσαὐτῆς δοξολογίας τὸ θεῖον γεραίρεσθαι.