<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="toc"><p><milestone unit="altpage" n="247"/> κεφάλαια του πρώτου τόμου της
                        ἐκκλησιαστικης ἱστορίας ευαγρίου σχολαστικου καὶ ἀπὸ ὑπάρχων του ʼεπιφανέως. </p><p><num n="1">α</num> Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν
                        πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι μετὰ τὴν κατάλυσιν τοῦ
                        ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος
                        τὴν πίστιν πάλιν ἐτάραττεν. </p><p><num n="2">β</num> Ὅπως ἐφωράθη Νεστόριος δἰ Ἀναστασίου τοῦ μαθητοῦ
                        διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεομήτορα, δἰ ἢν
                        αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται. </p><p><num n="3">γ</num> Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη
                        σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ
                        Θεοδωρήτου. </p><p><num n="4">δ</num> Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιοχείας
                        μὴ ἐνδημήσαντος. </p><p><num n="5">ε</num> Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ
                        Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου: οὓς ἡ σύνοδος πάλιν
                        ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ̓ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ
                        βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου
                        καθαίρεσιν. </p><p><num n="6">ς</num> Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ
                        ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν. </p><p><num n="7">ζ</num> Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει,
                        καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν ἀπέρρηξε τὴν
                        ψυχήν. <pb n="2"/>
                    </p><p><num n="8">η</num> Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος,
                        εἶτα Φλαβιανὸς γίνεται. </p><p><num n="9">θ</num> Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ
                        Κωνσταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ δευτέρας
                        λῃστρικῆς συνόδου.</p><p><num n="10">ι</num> Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν
                        Ἐφέσῳ συνέδριον διεπράξατο. </p><p><num n="11">ια</num> Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ
                        κατάγελως τῶν Ἑλληνικῶν ὕθλων. </p><p><num n="12">ιβ</num> Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου
                        αἵρεσινἀπελαύνει. </p><p><num n="13">ιγ</num> Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου. </p><p><num n="14">ιδ</num> Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν
                        κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι, καὶ αὐτῆς
                        τῆς κεφαλῆς τοῦ ἁγίου.</p><p><num n="15">ιε</num> Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου
                        τοῦ Κυρήνης ἐπισκόπου. </p><p><num n="16">ις</num> Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ
                        Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη. </p><p><num n="17">ιζ</num> Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα
                        καὶἑσπέρια κατέστρεψε: καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν
                        κόσμῳ φοβερῶν σημείων. </p><p><num n="18">ιη</num> Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ
                        ἐργασάμενοι ταύτας. </p><p><num n="19">ιθ</num> Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ
                        ἐπὶΘεοδοσίου γεγόνασι. </p><p><num n="20">κ</num> Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός,
                        καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο. </p><p><num n="21">κα</num> Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε: καὶ
                        περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν.</p><p><num n="22">κβ</num> Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ
                        περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη. Ετι δὲ καὶ
                        περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου. <pb n="3"/>
                    </p><p>Εὐαγρίου σχολαστικου καὶ ἀπὸ υπάρχων του ʼεπιφανέως εκκλΗσιαστικΗς ἱστορίας
                        λόΓοι <num>κ</num>. </p><p><num n="1">α</num> Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου
                        συμπαραγενομένου Νεστορίῳ. </p><p><num n="2">β</num> Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ. </p><p><num n="3">γ</num> Περὶ τῆς συναθροισθείσης ἐπ̓ Ἐφέσῳ προτέρας συνόδου καὶ
                        πάντων τῶν ἐν αὐτῇ. </p><p><num n="4">δ</num> Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου
                        καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως. </p><p><num n="5">ε</num> Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν
                        περὶ τούτου. </p><p><num n="6">ς</num> Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον
                        χειροτονίας, καὶ Φλαβιανοῦ μετ̓ αὐτούς. </p><p><num n="7">ζ</num> Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ
                        Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει. </p><p><num n="8">η</num> Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ
                        μετὰ Κύριλλον. </p><p><num n="9">θ</num> Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ
                        συνόδῳ καθαιρεθέντων. </p><p><num n="10">ι</num> Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν. </p><p><num n="11">ια</num> Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ
                        Νεστορίου. </p><p><num n="12">ιβ</num> Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς
                        κατ̓ αὐτὸν μάνδρας. </p><p><num n="13">ιγ</num> Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης
                        ἐπισκόπου. </p><p><num n="14">ιδ</num> Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις
                        Βαβύλα. </p><p><num n="15">ιε</num> Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν
                        καθολικῶν. </p><p><num n="16">ις</num> Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου. </p><p><num n="17">ιζ</num> Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ περὶ
                        Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν. <pb n="4"/>
                    </p><p><num n="18">ιη</num> Περὶ Εὐδοκίας καὶ Εὐδοξίας. </p><p><num n="19">ιθ</num> Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις,
                        καὶ διαφόρου ἀσκήσεως μοναχῶν. </p><p><num n="20">κ</num> Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς
                        μετ̓ αὐτὴν τελευτῆς Θεοδοσίου.</p></div></div></div></body></text></TEI>