κεφάλαια του πρώτου τόμου της ἐκκλησιαστικης ἱστορίας ευαγρίου σχολαστικου καὶ ἀπὸ ὑπάρχων του ʼεπιφανέως. α Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι μετὰ τὴν κατάλυσιν τοῦ ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος τὴν πίστιν πάλιν ἐτάραττεν. β Ὅπως ἐφωράθη Νεστόριος δἰ Ἀναστασίου τοῦ μαθητοῦ διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεομήτορα, δἰ ἢν αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται. γ Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ Θεοδωρήτου. δ Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιοχείας μὴ ἐνδημήσαντος. ε Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου: οὓς ἡ σύνοδος πάλιν ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ̓ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου καθαίρεσιν. ς Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν. ζ Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει, καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν ἀπέρρηξε τὴν ψυχήν. η Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος, εἶτα Φλαβιανὸς γίνεται. θ Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ Κωνσταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ δευτέρας λῃστρικῆς συνόδου. ι Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν Ἐφέσῳ συνέδριον διεπράξατο. ια Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ κατάγελως τῶν Ἑλληνικῶν ὕθλων. ιβ Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου αἵρεσινἀπελαύνει. ιγ Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου. ιδ Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι, καὶ αὐτῆς τῆς κεφαλῆς τοῦ ἁγίου. ιε Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ις Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη. ιζ Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα καὶἑσπέρια κατέστρεψε: καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν κόσμῳ φοβερῶν σημείων. ιη Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ ἐργασάμενοι ταύτας. ιθ Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ ἐπὶΘεοδοσίου γεγόνασι. κ Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός, καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο. κα Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε: καὶ περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν. κβ Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη. Ετι δὲ καὶ περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου. Εὐαγρίου σχολαστικου καὶ ἀπὸ υπάρχων του ʼεπιφανέως εκκλΗσιαστικΗς ἱστορίας λόΓοι κ . α Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου συμπαραγενομένου Νεστορίῳ. β Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ. γ Περὶ τῆς συναθροισθείσης ἐπ̓ Ἐφέσῳ προτέρας συνόδου καὶ πάντων τῶν ἐν αὐτῇ. δ Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως. ε Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν περὶ τούτου. ς Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον χειροτονίας, καὶ Φλαβιανοῦ μετ̓ αὐτούς. ζ Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει. η Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ μετὰ Κύριλλον. θ Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ συνόδῳ καθαιρεθέντων. ι Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν. ια Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ Νεστορίου. ιβ Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς κατ̓ αὐτὸν μάνδρας. ιγ Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ιδ Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις Βαβύλα. ιε Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν καθολικῶν. ις Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου. ιζ Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ περὶ Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν. ιη Περὶ Εὐδοκίας καὶ Εὐδοξίας. ιθ Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις, καὶ διαφόρου ἀσκήσεως μοναχῶν. κ Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς μετ̓ αὐτὴν τελευτῆς Θεοδοσίου.