<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="9"><p>Ὑφ̓ οὗ τὰ κατὰ Εὐτυχῆ τὸν δυσσεβῆ κινεῖται,μερικῆς <note>Niceph. xiv 47 Conc.
                            vi 649 Theophan. 99</note>
                        <milestone unit="altpage" n="261"/> κατὰ τὴν Κωνσταντίνου ἁλισθείσης
                        συνόδου, λιβέλλους τε αὖ ἐπιδεδωκότος Εὐσεβίου τὴν ἐπισκοπὴν τοῦ Δορυλαίου
                        διέποντος, ὃς καὶ ῥήτωρ ἔτι τυγχάνων πρῶτος τὴν Νεστορίου βλασφημίαν
                        διήλεγξεν. Ὡς δ̓ οὖν κληθεὶς Εὐτυχὴς οὐκ ἐλήλυθε, τάδε καὶ παραγενόμενος
                        ἑάλω: εἰρήκει γάρ: <q>Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον
                                <note>Conc. vi 744</note> ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν
                            μίαν φύσιν ὁμολογῶ:</q> ὃς οὐδὲ τὸ σῶμα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ἔλεγεν
                        εἶναι: καθαιρεῖται μέν, ἐκδεήσεων δὲ αὐτοῦ πρὸς Θεοδόσιον γενομένων, οἷα τῶν
                        συστάντων ὑπομνημάτων παρὰ Φλαβιανῷ πλαστουργηθέντων, πρῶτα μὲν ἀνὰ τὴν
                        Κωνσταντίνου ἡ ἐκ γειτόνων σύνοδος ἁλίζεται, καὶ ὑπ̓ <note>Ibid. 753</note>
                        αὐτῇ καί τισι τῶν ἀρχόντων Φλαβιανὸς κρίνεται: καὶ βεβαιωθέντων ὡς ἀληθῶν
                        τῶν ὑπομνημάτων, ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἀθροίζεται. </p></div></div></div></body></text></TEI>