Μετὰ δ̓ οὖν αὐτὸν Νεστόριον τὸν ἀλάστορα τῆς Κωνσταντίνου τοῦ ἀοιδίμου πόλεως τὴν ἐπισκοπὴν ἐπιτρέπεται Μαξιμιανός, ὑφ̓ οὖ πάσης εἰρήνης ἡ τοῦ Χριστοῦ τετύχηκεν ἐκκλησία. Τούτου δὲ αὖ ἐξ ἀνθρώπων γεγενημένου,Πρόκλος τοὺς οἴακας τῆς καθέδρας ἐγχειρίζεται, ὃς πάλαι Κυζίκου ἐπίσκοπος ἐκεχειροτόνητο. Καὶ τοῦδε τὴν κοινὴν τῶν ἀνθρώπων στειλαμένου πορείαν, Φλαβιανὸς τὸν θρόνον διαδέχεται.