Παύλου τε τοῦ Ἐμεσηνῶν ἐπισκόπου πρὸς τὴν Niceph. xiv 35 Conc. v 296 Ἀλεξάνδρου πόλιν γενομένου, ἐπί τε τῆς ἐκκλησίας τὸν περὶ τούτου φερόμενον λόγον ὁμιλήσαντος, ὁπηνίκα καὶ Conc. v 301, vi 665 Κύριλλος τὴν ἐπιστολὴν Ἰωάννου εὖ μάλα ἐπαινέσας ἐπὶ ῥήματος γέγραφε ταῦτα: Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ: Ps. xcv 11 λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται Ephes. ii 14 τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς αὐτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύσαντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν: οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾶν. Οὐ γὰρ ἂν διαψεύσαιτο ὁ λέγων: Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με 1 Reg. ii 30 δοξάσω. Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ σκάνδαλα περιελὼν ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παῤ ἡμῖν καὶ παῤ ὑμῖν ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῆς ἐκκλησίας ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι διαβεβαιωσαμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε τῇ ἐπιστολῇ: Περὶ δὲ τῆς θεοτόκου, καὶ τὰ ἑξῆς. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες Eph. iv 5 — εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα — , ἐδοξάσαμεν τὸν τῶν ὅλων δεσπότην θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ὑμῖν καὶ αἱ παῤ ἡμῖν ἐκκλησίαι. Ταῦτα μὲν οὖν ἔστιν ἑλεῖν τὸν φιλοπόνως τοῖς τὸ τηνικαῦτα γεγονόσιν ἐπιστῆσαι βουλόμενον.