<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="4"><p>Ὡς οὖν ἡ κυρία παρῴχηκεν ἡμέρας πεντεκαίδεκα, <pb n="9"/> οἱ ἐπὶ τούτῳ
                        συναθροισθέντες, ὡς οὐ φθησομένων τῶν <note>Niceph. xiv 34</note>
                        ἀνατολικῶν, ἢ εἰ καὶ φθαῖεν, μετὰ πολλοῦ χρόνου τριβήν, συναλίζονται,
                        Κυρίλλου τοῦ θεσπεσίου διέποντος καὶ τὸν Κελεστίνου τόπον τὴν ἐπισκοπήν, ὡς
                        εἴρηται, τῆς πρεσβυτέρας Ῥώμης πρυτανεύοντος. Καλοῦσι δ̓ οὖν τὸν Νεστόριον,
                        προτρέποντες τοῖς ἐπαγομένοις ἀπολογήσασθαι. Καὶ δῆτα κατὰ τὴν προτεραίαν
                            <milestone unit="altpage" n="254"/> ὑποσχόμενος ἀφικνεῖσθαι εἴπερ
                        δεήσοι, καὶ τῶν ὑποσχεθέντων κατολιγωρήσας, καὶ τρὶς κληθεὶς ἐπειδὴ μὴ
                        ἀπήντηκε, τῆς ζητήσεως οἱ συνελθόντες ἀντελαμβάνοντο. Καὶ Μέμνονος τοῦ τῆς
                        Ἐφεσίων προέδρου τὴν διέλευσιν τῶν ἡμερῶν τῶν μετὰ τὴν κυρίαν διελθόντος —
                        ἐτύγχανον δὲ ἑξκαίδεκα τὸν ἀριθμὸν οὖσαι — καὶ τῶν ἐπιστολῶν ἀνεγνωσμένων
                        Κυρίλλου τοῦ θεσπεσίου τῶν πρὸς Νεστόριον εἰργασμένων αὐτῷ, καὶ πρός γε τῶν
                        Νεστορίου πρὸς αὐτὸν Κύριλλον, ἐγγραφείσης δὲ καὶ τῆς ἱερᾶς ἐκείνης
                        ἐπιστολῆς Κελεστίνου τοῦ πάνυ, τῆς πρὸς αὐτὸν Νεστόριον γενομένης, εἰπόντων
                        τε αὖ Θεοδότου ἐπισκόπου Ἀγκύρας Ἀκακίου τε τὸν Μελιτινῆς θρόνον διέποντος
                        καὶ ἅπερ κατὰ τὴν Ἐφεσίων ἀναφανδὸν βλασφημίας ἀπ̔??ʼρεύξατο ῥήματα ὁ
                        Νεστόριος, συνυφανθεισῶν δὲ καὶ πολλῶν ῥήσεων ἁγίων καὶ ἐγκρίτων πατέρων τὴν
                        ὀρθὴν καὶ ἀμώμητον ἐκθεμένων πίστιν, ἐνταγέντων γε μὴν καὶ διαφόρων ἐκφρόνως
                        βλασφημηθέντων παρὰ τοῦ δυσσεβοῦς Νεστορίου, ἡ ἁγία σύνοδος πρὸς λέξιν
                        ἀπεφήνατο ταῦτα: <q>Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ
                                <note>Conc. iv 1212</note> τιμιωτάτου Νεστορίου τῇ ἡμῶν κλήσει, μήτε
                            μὴν τοὺς παῤ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους
                            προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν δυσσεβηθέντων
                            αὐτῷ: καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ τῶν
                            συγγραμμάτων τῶν καὶ ἀναγνωσθέντων, καὶ ἐκ τῶν ἀρτίως παῤ <pb n="10"/>
                            αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων, δυσσεβῶς
                            φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων
                            καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλειτουργοῦ
                            Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας,δακρύσαντες πολλάκις, ἐπὶ
                            ταύτην τὴν σκυθρωπὸν ἐχωρήσαμεν ἀπόφασιν. Ὁ βλασφημηθεὶς τοίνυν παῤ
                            αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγίας συνόδου,
                            ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ
                            παντὸσσυλλόγου ἱερατικοῦ.</q>
                    </p></div></div></div></body></text></TEI>