Ἐπειδή γε Νεστόριος, ἡ θεομάχος γλῶσσα, τὸ Καϊάφα δεύτερον συνέδριον, τὸ τῆς βλασφημίας ἐργαστήριον, ἐν ᾧ πάλιν Χριστὸς συμφωνεῖταί τε καὶ πιπράσκεται, τὰς φύσεις διαιρούμενός τε καὶ σπαραττόμενος, ὁ μηδὲ ἐν αὐτῷ τῷ σταυρῷ ὀστοῦν ὅλως συντριβεὶς κατὰ τὸ Joh. xix 36 γεγραμμένον, ἢ τὸν ὑφαντὸν διόλου χιτῶνα παρὰ τῶν Joh. xix 23 θεοκτόνων περιρραγείς, τὴν μὲν θεοτόκος φωνὴν ὑπὸ τοῦ παναγίου πνεύματος ἤδη χαλκευθεῖσαν διὰ πολλῶν ἐγκρίτων πατέρων ἐξώθησέ τε καὶ ἀπεβάλετο, τὴν δὲ χριστοτόκος παραχαράξας ἀντεχάλκευσέ τε καὶ ἀνετύπωσε, μυρίων τε αὖ πολέμων τὴν ἐκκλησίαν ἐνέπλησεν αἵμασιν ἐμφυλίοις ταύτην ἐπικλύσας, δοκῶ μὴ ἀπορήσειν πρὸς εὔλογον διασκευὴν τῆς ἱστορίας καὶ τῆς ταύτης τελευτῆς καταντήσειν, εἴ γε προοιμιασθείη, Χριστοῦ τοῦ ἐπὶ πάντων συνεργοῦντος θεοῦ, ἐκ τῆς Νεστορίου τοῦ δυσσεβοῦς βλασφημίας. Ἤρξατο δὲ ὁ τῶν ἐκκλησιῶν πόλεμος ἐνθένδε. Ἀναστάσιός τις πρεσβύτερος τὴν γνώμην κακόδοξος Niceph. xiv 32 Socr. vii 32 Theophan. 88 Νεστορίου καὶ τῶν Νεστορίου Ἰουδαϊκῶν δογμάτων διάπυρος ἐραστής, ὃς καὶ συνέκδημός οἱ γέγονε πρὸς τὴν 21 ἐπισκοπὴν ἀπαίροντι, ὅτε καὶ Θεοδώρῳ κατὰ τὴν Μοψουεστίαν συντυχὼν ὁ Νεστόριος τῆς εὐσεβείας παρετράπη τῶν ἐκείνου διδαγμάτων ἀκροασάμενος, ὡς Θεοδούλῳ περὶ τούτων ἐπιστολικῶς γέγραπται, τὰς διαλέξεις τῷ φιλοχρίστῳ λεῲ ποιούμενος ἀνὰ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἀναφανδὸν ἐτόλμησεν εἰπεῖν: Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς. Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ θεὸν τεχθῆναι ἀδύνατον. Πρὸς τούτοις τοῦ φιλοχρίστου λεὼ δυσχεράναντος καὶ βλασφημίαν εἰκότως ἡγουμένου τὴν διάλεξιν, Νεστόριος ὁ τῆς βλασφημίας καθηγητὴς οὐ μόνον οὐ διεκώλυεν οὐδὲ τοῖς ὀρθοῖς προσετίθετο δόγμασιν, ἀλλὰ καὶ μάλα ἀτεχνῶς τοῖς εἰρημένοις Ἀναστασίῳ τὴν ῥοπὴν ἐδίδου φιλονεικότερον ἐν τοῖς περὶ τούτων ἐνιστάμενος. Καί που καὶ ἰδίας παρεντιθείς τε καὶ παρεγγράφων δόξας καὶ τὸν τῆς ψυχῆς ἰὸν ἀπερευγόμενος, βλασφημότερα διδάσκειν ἐπειρᾶτο, ὥστε κατὰ τῆς ἰδίας κεφαλῆς ἐπιφθέγγεσθαι: Τὸν γενόμενον Socr. vii 34 Theophan. 90 Conc. iv 1124 διμηναῖον ἢ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσαιμι, ὡς τὰ περὶ τούτου Σωκράτει τε καὶ τῇ ἐν Ἐφέσῳ προτέρᾳσυνόδῳ σαφῶς ἱστόρηται.