<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="19"><p>Ἐν τοῖς αὐτοῖς χρόνοις Θεοδοσίου ἐπαναστάσεις <milestone unit="altpage" n="274"/>
                        <note>Niceph. xiv 57 FHG iv 138</note> συχναὶ κατὰ τὴν Εὐρώπην γεγόνασιν,
                        ΟὐαλεντινιανοῦῬώμης βασιλεύοντος: ἃς καὶ καθεῖλε Θεοδόσιος μεγάλας δυνάμεις
                        ἐκπέμψας κατὰ γῆν τε καὶ θάλασσαν πεζικῷ τε καὶ νηΐτῃ στρατῷ. Οὕτω δὲ καὶ
                        Περσῶν παροινησάντων <note>Theodoret. HE v 38 Agathias iv 26 Socr. vii 18
                            Procop. i 14 Socr. vii 20 Theophan. 87</note> κεκράτηκε, βασιλεύοντος
                        αὐτῶν Ἰσδιγέρδου <add>πατρὸς</add> τοῦ Βαραράνου, ἢ ὡς Σωκράτει δοκεῖ, αὐτοῦ
                        Βαραράνουβασιλεύοντος, ὡς καὶ πρεσβευσαμένοις αὐτοῖς εἰρήνην χαρίσασθαι, ἣ
                        καὶ διήρκεσε μέχρι δύο καὶ δέκα ἐτῶν τῆς Ἀναστασίου βασιλείας: ἅπερ
                        ἱστόρηται μὲν καὶ ἄλλοις, ἐπιτέτμηται δὲ εὖ μάλα κομψῶς καὶ Εὐσταθίῳ τῷ ἐξ
                        Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν ἅλωσιν Ἀμίδησσυνεγράψατο. Τότε φασὶ καὶ
                        Κλαυδιανὸν καὶ Κῦρον τοὺς ποιητὰς ἀναδειχθῆναι, Κῦρον δὲ καὶ πρὸς τὸν
                        μέγιστον τῶν ὑπάρχων ἀναβῆναι θρόνον, ὃν ὕπαρχον τῆς αὐλῆς οἱ πρὸ ἡμῶν
                        κεκλήκασι, καὶ τῶν ἑσπερίων ἐξηγήσασθαι δυνάμεων,Καρχηδόνος ὑπὸ Βανδίλων
                        κρατηθείσης Γιζερίχου τε τῶν βαρβάρων ἡγουμένου. </p></div></div></div></body></text></TEI>