<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="18"><p>Κατὰ τούτους τοὺς χρόνους Μεμνόνιος καὶ Ζωΐλος <note>Niceph. xiv 46</note>
                        καὶ Κάλλιστος παρὰ Θεοδοσίου κατὰ τὴν Ἀντιοχέων ἄρξοντες ἐξεπέμφθησαν, τὴν
                        ἡμετέραν θρησκείαν διαπρέποντες. Καὶ Μεμνόνιος μὲν εὐπρεπῶς τε καὶ περιέργως
                        τὸ καὶ πρὸς ἡμῶν Ψηφίον ὀνομαζόμενον ἐξ ἐδάφους ἀνοικοδομεῖ, ὑπαίθριον αὐλὴν
                        κατὰ τὸ μέσον ἐάσας: Ζωΐλος δὲ τὴν βασίλειον στοὰν τὴν πρὸς τὸ νότιον τῆς
                        Ῥουφίνου πλευρόν, μέχρις ἡμῶν τὴν τούτου προσηγορίαν διαδεξαμένην, εἰ καὶ
                        τὰς οἰκοδομίας ἐκ τῶν ποικίλων παθημάτων ἐνήλλαξεν. Ἀτὰρ καὶ Κάλλιστος
                        μεγαλοπρεπῆ τε καὶ περιφανῆ οἰκοδομίαν ἀνίστη, ἣν Καλλίστου στοὰν οἵ τε
                        παλαιοὶ οἵ τε νῦν ὀνομάζομεν, πρὸ τῶν ἑδῶν ἃ τῇ δίκῃ ἱδρύεται, εὐθὺ τοῦ
                        φόρου οὗ ἡ περικαλλὴς οἰκία, τῶν στρατηγῶν τὰ καταγώγια. Μετὰ τούτους
                        Ἀνατόλιος <note>Malal. 360</note> αὖ στρατηγὸς τῶν ἑῴων ταγμάτων πεμφθείς,
                        τὴν καλουμένην <pb n="28"/> Ἀνατολίου στοὰν οἰκοδομεῖ παντοδαπαῖς ὕλαις
                        ταύτην διακοσμήσας. Ταῦτα, εἰ καὶ πάρεργα, τοῖς φιλομαθέσιν οὐκ ἄκομψα. </p></div></div></div></body></text></TEI>