<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="17"><p>Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος<note>FHG iv 73, 75 Malal. 358
                            Theophan. 102</note> ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως: ὃν
                        περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς
                        κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν,
                        οἵας τε καὶ ὅσας πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθενμετέστη.
                            <note>Niceph. xiv 46</note> Τοῦ αὐτοῦ τοίνυν Θεοδοσίου τὰ σκῆπτρα
                        διέποντος, μέγιστος καὶ ἐξαίσιος καὶ τοὺς προλαβόντας νικῶν <pb n="27"/>
                        γέγονε σεισμὸς ἀνὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, <note>Theophan. 93
                            Malal. 363 Joh. Nikiu c. 84</note> ὥστε καὶ πολλοὺς τῶν πύργων τῶν ἀνὰ
                        τὴν βασιλίδα πρηνεῖς ἐνεχθῆναι, συμπεσεῖν τε καὶ τὸ Χερρονήσου καλούμενον
                        μακρὸν τεῖχος: διαχῆναι δὲ τὴν γῆν καὶ πολλὰς κώμας ἐν αὐτῇ καταδῦναι: πολλά
                        τε αὖ καὶ ἀναρίθμητα γενέσθαι πάθη ἀνά τε γῆν καὶ κατὰ θάλασσαν: καὶ ἐνίας
                        μὲν τῶν πηγῶν ξηρὰς ἀναδειχθῆναι, ἑτέρωθι δὲ ὑδάτων πλῆθος ἀναδοθῆναι μὴ
                        πρότερον ὂν, δένδρα τε αὐτόπρεμνα σὺν ταῖς σφίσι ῥίζαις ἀναβρασθῆναι καὶ
                        χώματα πλεῖστα εἰς ὄρη σχεδιασθῆναι: τὴν δὲ θάλασσαν ἰχθῦς νεκροὺς
                        ἀποσφενδονήσασθαι, καὶ πολλὰς τῶν ἐν αὐτῇ νήσων ἐπικλυσθῆναι: πλοῖά τε αὖ
                        θαλάττια ἐπὶ τῆς ξηρᾶς ὀφθῆναι τῶν ὑδάτων ἐς τοὐπίσω νοστησάντων: παθεῖν τε
                        καὶ τὰ πολλὰ Βιθυνίας τε καὶ Ἑλλησπόντου, Φρυγίας τε ἑκατέρας. Ὃ δὴ πάθος
                        καὶ ἐπὶ χρόνον τῆς γῆς ἐπεκράτησεν, οὐχ <milestone unit="altpage" n="273"/>
                        ὥσπερ ἤρξατο οὕτω σφοδρῶς διαμένον, ἀλλὰ κατὰ μικρὸν λῆγον, μέχρις οὗ
                        καθάπαξ ἐπέπαυστο. </p></div></div></div></body></text></TEI>