<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="16"><p>Τότε καὶ Ἰγνάτιος ὁ θεσπέσιος, ὡς Ἰωάννῃ τῷ <note>Niceph. xiv 44</note>
                        ῥήτορι σὺν ἑτέροις ἱστόρηται, ἐπειδή γε <milestone unit="altpage" n="271"/>
                        ὡς ἐβούλετο <note>31</note> τάφον τὰς τῶν θηρίων ἐσχηκὼς γαστέρας ἐν τῷ τῆς
                        Ῥώμης ἀμφιθεάτρῳ, καὶ διὰ τῶν ὑπολειφθέντων ἁδροτέρων ὀστῶν, ἃ πρὸς τὴν
                        Ἀντιόχου ἀπεκομίσθη, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ, μετατίθεται πολλοῖς ὕστερον
                        χρόνοις, ὑποθεμένου τοῦ παναγάθου θεοῦ Θεοδοσίῳ τὸν Θεοφόρον <pb n="26"/>
                        μείζοσι τιμῆσαι τιμαῖς, ἱερόν τε πάλαι τοῖς δαίμοσιν ἀνειμένον — Τυχαῖον
                        τοῖς ἐπιχωρίοις ὠνόμαστο — τῷ ἀθλοφόρῳ μάρτυρι ἀναθεῖναι: καὶ σηκὸς εὐαγὴς
                        καὶ τέμενος ἅγιον τῷ Ἰγνατίῳ τὸ πάλαι Τυχαῖον γέγονε, τῶν ἱερῶν αὐτοῦ
                        λειψάνων μετὰ πομπῆς ἱερᾶς ἀνὰ τὴν πόλιν ἐπ̓ὀχήματος ἐνεχθέντων καὶ κατὰ τὸ
                        τέμενος τεθέντων. Ὅθεν καὶ δημοτελὴς ἑορτὴ καὶ πάνδημος εὐφροσύνη μέχρις
                        ἡμῶν τελεῖται, πρὸς τὸ μεγαλοπρεπέστερον τοῦ ἱεράρχου Γρηγορίου ταύτην
                        ἐξάραντος. Γέγονε δὲ ταὐτὰ ἐκεῖθεν ἔνθεν, τοῦ θεοῦ τὰς ὁσίας τῶν ἁγίων
                        αὐτοῦτιμῶντος μνήμας. <note>Socr. iii 18 Sozom. v 19 Theodoret. HE iii 6
                            Joh. Chrys. PG 50,531 et 555 Theophan. 49 Julian. 361 B</note> Ἰουλιανὸς
                        μὲν γὰρ ὁ ἀλιτήριος, ἡ θεοστυγὴς τυραννίς, ἄκων καὶ μαστιζόμενος, ἐπειδὴ μὴ
                        ὁ Δαφναῖος Ἀπόλλων, ὁ φωνὴν καὶ προφητείαν τὴν Κασταλίαν ἔχων, ἀνελεῖν τι
                        ἠδύνατο τῷ βασιλεῖ χρηστηριαζομένῳ, Βαβύλα τοῦ ἁγίουπαντοίως ἐκ γειτόνων
                        ἐπιστομίζοντος, τιμᾷ μεταθέσει τὸν ἅγιον, ὅτε καὶ νεὼς αὐτῷ πρὸ τῆς πόλεως
                        παμμεγέθης <milestone unit="altpage" n="272"/> ἀνίστατο, ὁ καὶ μέχρις ἡμῶν
                        σωζόμενος, ἵνα λοιπὸν οἱ δαίμονες ἐπ̓ ἀδείας τὰ οἰκεῖα δρῷεν, ὥς φασιν
                        Ἰουλιανῷ φθῆναι τούτους ἐπαγγείλασθαι. Τοῦτο δ̓ ἄρα ἦν τὸοἰκονομούμενον παρὰ
                        τοῦ σωτῆρος θεοῦ, ὡς ἂν καὶ τῶν μεμαρτυρηκότων ἡ δύναμις ἔκδηλος ᾗ, καὶ τοῦ
                        ἁγίου μάρτυρος τὰ εὐαγῆ λείψανα ἐν εὐαγεῖ μετενεχθεῖεν χώρῳ, καλλίστῳ
                        τεμένει τιμώμενα. </p></div></div></div></body></text></TEI>