<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="15"><p>Ἐπὶ τῆς αὐτῆς διέπρεπε βασιλείας καὶ Ἰσίδωρος, <note>Niceph. xiv 53</note> οὗ
                        κλέος εὐρὺ κατὰ τὴν ποίησιν, ἔργῳ τε καὶ λόγῳ παρὰ πᾶσι διαβόητος: ὃς οὕτω
                        μὲν τὴν σάρκα τοῖς πόνοις ἐξέτηξεν, οὕτω δὲ τὴν ψυχὴν τοῖς ἀναγωγικοῖς
                        ἐπίανε λόγοις, ὡς ἀγγελικὸν ἐπὶ γῆς μετελθεῖν βίον, στήλην τε ζῶσαν διὰ
                        παντὸς εἶναι βίου τε μοναδικοῦ καὶ τῆς εἰς θεὸν <milestone unit="altpage" n="270"/> θεωρίας. Γέγραπται δ̓ οὖν αὐτῷ πολλὰ μὲν καὶ ἕτερα πάσης
                        ὠφελείας ἔμπλεα: γέγραπται δὲ καὶ πρὸς Κύριλλον <note>PG 78, 361</note> τὸν
                        ἀοίδιμον, ἐξ ὧν μάλιστα δείκνυται τοῦ θεσπεσίου συνακμάσαι τοῖς χρόνοις.
                        Ταῦτά μοι κομψῶς ὡς δυνατὸν πονουμένῳ, φέρε καὶ Συνέσιος ὁ Κυρηναῖος εἰς
                        μέσον ἡκέτω τῇ οἰκείᾳ μνήμῃ κοσμήσων τὴν διάλεξιν. Οὗτος ὁ <note>Niceph. xiv
                            55</note> Συνέσιος ἦν μὲν καὶ τὰ ἄλλα πάντα λόγιος, φιλοσοφίαν δὲ οὕτως
                        ἐς τὸ ἀκρότατον ἐξήσκησεν ὡς καὶ παρὰ Χριστιανῶν θαυμασθῆναι τῶν μὴ
                        προσπαθείᾳ ἢ ἀντιπαθείᾳ κρινόντων τὰ ὁρώμενα. Πείθουσι δ̓ οὖν αὐτὸν τῆς
                        σωτηριώδους παλιγγενεσίας ἀξιωθῆναι καὶ τὸν ζυγὸν τῆς ἱερωσύνης ὑπελθεῖν,
                        οὔπω τὸν λόγου τῆς ἀναστάσεως παραδεχόμενον οὐδὲ δοξάζειν ἐθέλοντα,
                        εὐθυβόλως εὖ μάλα στοχασάμενοι ὡς ταῖς ἄλλαις τἀνδρὸς ἀρεταῖς ἕψεται καὶ
                        ταῦτα, τῆς θείας χάριτος μηδὲν ἐλλειπὲς ἔχειν ἀνεχομένης: καὶ οὐκ ἐψεύσθησαν
                        τῆς ἐλπίδος. Οἷος γὰρ καὶ ὅσος γέγονε, τεκμηριοῦσι μὲν αἱ κομψῶς αὐτῷ καὶ
                        λογίως μετὰ τὴν ἱερωσύνην πεποιημέναι ἐπιστολαί, ὅ τε πρὸς αὐτὸν Θεοδόσιον
                        προσφωνητικὸς λόγος, καὶ ὅσα τῶν ἐκείνου χρηστῶν φέρεται πόνων. </p></div></div></div></body></text></TEI>