<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="14"><p>Φέρε δὲ καὶ ἕτερον ὃ τεθέαμαι, τῇ ἰστορίᾳ παραδῶ. <note>Niceph. xiv 51
                            Metaphr. PG 114, 392</note> Ἐπόθουν τὸ τέμενος τούτου δὴ τοῦ ἁγίου
                        θεάσασθαι. <pb n="24"/> Διέστηκε δὲ Θεουπόλεως σταδίους μάλιστα τριακοσίους
                        κείμενον πρὸς αὐτὴν τοῦ ὄρους τὴν κορυφήν. Μάνδραν οἱ ἐπιχώριοι καλοῦσι, τῆς
                        ἀσκήσεως οἶμαι τοῦ παναγίου Συμεώνου τὴν προσηγορίαν τῷ χώρῳ καταλιπούσης.
                        Διήκει δὲ τὸ πρόσαντες τοῦ ὄρους σταδίους εἴκοσιν. Ἡδὲ τοῦ νεὼ οἰκοδομία
                        σύγκειται μὲν σταυροῦ δίκην ἐκ τῶν τεσσάρων πλευρῶν στοαῖς κοσμουμένη:
                        παρατετάχαται δὲ ταῖς στοαῖς κίονες ἐκ λίθου ξεστοῦ πεποιημένοι εὐπρεπῶς, εὖ
                        μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες. Τὸ δέ γε μέσον αὐλὴ ὑπαίθριός ἐστιν,
                        μετὰ πλείστης ἐξειργασμένη τῆστέχνης: ἔνθα ὁ τεσσαρακοντάπηχυς ἵσταται κίων,
                        ἐν ᾧ τὸν οὐράνιον διήνυσε βίον ὁ ἐπὶ γῆς ἔνσαρκος ἄγγελος. Πρὸς τῇ ὀροφῇ
                        τοίνυν τῶν λελεγμένων στοῶν κλειθρίδια καθεστᾶσι — θυρίδας ἔνιοι καλοῦσι —
                        πρός τε τὸ λελεγμένον ὑπαίθριον πρός τε τὰς στοὰς ἀποκρινόμενα. <milestone unit="altpage" n="269"/> Κατὰ τὸ λαιὸν τοίνυν μέρος τοῦ κίονος ἐν αὐτῷ
                        τῷ <note>16</note> κλειθριδίῳ τεθέαμαι μετὰ παντὸς τοῦ ἁλισθέντος αὐτόθι
                        λεώ, τῶν ἀγροίκων περὶ τὸν κίονα χορευόντων, ἀστέρα ὑπερμεγέθη κατὰ πᾶν τὸ
                        κλειθρίδιον διαθέοντά τε καὶ σελαγίζοντα, οὐχ ἅπαξ, οὐχ ἅπαξ, οὐ δίς, οὐ
                        τρίς, ἀλλὰ καὶ πολλάκις,παυόμενόν τε αὖ συχνῶς καὶ πάλιν ἐξαπίνης
                        φαινόμενον: ὃ δὴ γίνεται μόνον ἐν τοῖς τοῦ παναγίου μνημείοις. Εἰσὶ δὲ οἳ
                        λέγουσι, καὶ οὐκ ἀπιστητέον τῷ θαύματι ἔκ τε τῆς τῶν λεγόντων εὐπιστίας καὶ
                        τῶν ἄλλων ὧνπερ τεθεάμεθα, ὅτι καὶ αὐτὸ δὴ τὸ προσωπεῖον αὐτοῦ τεθέανται ὧδέ
                        τεκἀκεῖσε περιϊπτάμενον, τὴν ὑπήνην καθειμένον, τὴν κεφαλὴν τιάρᾳ
                        κεκαλυμμένον ὥσπερ εἰώθει. Ὧδε τοῦ χώρου γινόμενοι ἄνδρες ἀφυλάκτως εἰσίασι,
                        μετὰ τῶν σφῶν νωτοφόρων τὸν κίονα πολλάκις περινοστοῦντες. Φυλακὴ δέ τις εἰς
                        τὸ ἀκριβέστατον, οὐκ ἔχω ἀνθ̓ ὅτου λέγειν, ὡσἂν γυνὴ μὴ φοιτῴη τῶν ἀνακτόρων
                        εἴσω. Ἔξω δὲ περὶ <pb n="25"/> τὰς φλιὰς ἑστῶσαι τεθήπασι τὸ θαῦμα: ἀντικρὺ
                        γὰρ τοῦ σελαγίζοντος ἀστέρος ἡ μία τῶν θυρῶν ἐστιν. </p></div></div></div></body></text></TEI>