Γέγραπται δ̓ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ Niceph. xiv 36 τὸ πρῶτον βιβλίον κειμένη — Ἰουστινιανοῦ κῶδιξ ὠνόμασται — τρίτη 21 τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα: ἐν ᾗ τὸν πάλαι ποθούμενον παῤ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφενἐπὶ λέξεως ὧδε: Conc. v 417 Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι. Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.