Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, Niceph. xiv 48 ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσεφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλανθρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρηκότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβάνων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε.Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολόγηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶ Socr. i 22 ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται: Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, i Cor. xi 19 ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος: Ἡ γὰρ δύναμίς μου ii Cor. xii 9 ἐν ἀσθενείᾳ τελειοῦται. Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν Greg. Theol. PG 36, 337 εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων καταλύουσιν, Euseb. PG 20, 1353 ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπιγραφόμενοι. Ὥστε ἀμέλει ὁ παῤ αὐτοῖς ὕπατος πατὴρ ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνοφλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκαλοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗτὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλομένην; Μεθ̓ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνάσμασινὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι μυστήρια, καθ̓ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ,ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.