<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="10"><p>Ἧς ἔξαρχος καθειστήκει Διόσκορος, ὁ μετὰ Κύριλλον <note>Niceph. xiv 47
                            Theophan. 100</note> τῆς Ἀλεξανδρέων ἐπίσκοπος, πρὸς ἔχθρας Φλαβιανοῦ
                        τοῦτο τεχνάσαντος Χρυσαφίου <milestone unit="altpage" n="262"/> τῶν
                        βασιλείων τηνικαῦτα κρατοῦντος, συνδραμόντων ἐν Ἐφέσῳ Ἰουβεναλίου τοῦ
                        Ἱεροσολύμων ἐπισκόπου, τοῦ καὶ πρότερον ἐν Ἐφέσῳ γενομένου, μετὰ πολλῶν τῶν
                        ἀμφ̓ αὐτὸν ἱερέων. Συνῆν δὲ τούτοις καὶ Δόμνος ὁ μετὰ Ἰωάννην Ἀντιοχείας
                        πρόεδρος, καὶ μὴν καὶ Ἰούλιος ἐπίσκοπος, τόπον πληρῶν Λέοντος τοῦ τῆς
                        πρεσβυτέρας Ῥώμης ἐπισκόπου. Παρῆν δὲ αὐτοῖς καὶ Φλαβιανὸς μετὰ τῶν ἀμφ̓
                        αὐτὸν ἐπισκόπων, Θεοδοσίου θεσπίσαντος πρὸς Ἐλπίδιον ἐπὶ ῥήματος ταῦτα:
                            <note>Conc. vi 596</note>
                        <q>Τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῷ εὐλαβεστάτῳ ἀρχιμανδρίτῃ παρόντων μὲν καὶ
                            ἡσυχαζόντων, τάξιν δὲ δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν
                                <pb n="18"/> ἁγιωτάτων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παῤ
                            αὐτῶν κεκριμένα νῦν δοκιμάζεται...</q> Ἐν τούτῳ τῷ συνεδρίῳ ἀνακαλεῖται
                        μὲν τῆς καθαιρέσεως Εὐτυχὴς παρὰ Διοσκόρου καὶ τῶν ἀμφ̓ αὐτόν, ὅπως δὴ τοῖς
                        πεπραγμένοις ἀνείληπται: κατακρίνεται δὲκαθαιρέσεως Φλαβιανὸς καὶ Εὐσέβιος ὁ
                        τοῦ Δορυλαίου πρόεδρος. Κατὰ ταύτην καὶ Ἴβας τῶν Ἐδεσηνῶν ἐπισκοπήσας
                        ἀποκηρύσσεται: καθαιρεῖται δὲ καὶ Δανιὴλ ἐπίσκοπος Καρρῶν, Εἰρηναῖός τε αὖ
                        Τύρου, καὶ πρός γε <milestone unit="altpage" n="263"/> Ἀκυλίνιος Βύβλου.
                        Ἐπράχθη δὲ καί τινα Σωφρονίουχάριν τὴν Κωνσταντιναίων ἐπισκοπήσαντος.
                        Καθαιρεῖται δὲ παῤ αὐτῶν καὶ ὁ τῆς Κυρεστῶν ἐπισκοπήσας Θεοδώρητος, καὶ μὴν
                        καὶ Δόμνος ὁ τῆς Ἀντιοχέων. Ἐφ̓ ᾧ τί λοιπὸν γέγονεν οὐκ ἔστιν εὑρεῖν. Καὶ
                        οὕτω μὲν τὸ ἐν Ἐφέσῳ δεύτερον διελύθη συνέδριον.</p></div></div></div></body></text></TEI>