Ῥέων ὁ χρόνος ἀκάθεκτα καὶ ἀεί τι κινούμενος παρασύρει καὶ παραφέρει πάντα τὰ ἐν γενέσει καὶ ἐς βαθὺ ἀφανείας καταποντοῖ ὅπου μὲν οὐκ ἄξια † λιθιου πράγματα, ὅπου δὲ μεγάλα τε καὶ ἄξια μνήμης, καὶ τά τε ἄδηλα φύων κατὰ τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ’ ὅ γε λόγος τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον τινὰ τὴν ἀκάθεκτον τούτου ῥοὴν καὶ τὰ ἐν αὐτῷ γενόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνεχεῖ καὶ περισφίγγει καὶ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθοὺς. ταῦτα δὲ διεγνωκυῖα ἐγὼ Ἅννα, θυγάτηρ μὲν τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, πορφύρας τιθήνημά τε καὶ γέννημα, οὐ γραμμάτων οὐκ ἄμοιρος, ἀλλὰ καὶ τὸ Ἑλληνίζειν ἐς ἄκρον ἐσπουδακυῖα καὶ ῥητορικῆς οὐκ ἀμελετήτως ἔχουσα καὶ τὰς Ἀριστοτελικὰς τέχνας εὖ ἀναλεξαμένη καὶ τοὺς Πλάτωνος διαλόγους καὶ τὸν νοῦν ἀπὸ τῆς τετρακτύος τῶν μαθημάτων πυκάσασα δεῖ γὰρ ἐξορχεῖσθαι ταῦτα, καὶ οὐ περιαυτολογία τὸ πρᾶγμα, ὅσα ἡ φύσις καὶ ἡ περὶ τὰς Σύνταγμα σὺν θεῷ τῶν κατὰ τὸν ἄνακτα κῦρον Ἀλέξιον τὸν κομνηνὸν πονηθὲν παρὰ τῆς θυγατρὸς αὐτοῦ κυρίας Ἄννης, τῆς, πορφυρογεννήτου τῆς βασιλίσ,σης ὃ καὶ εκλήθη Αλεξιὰς παρ’ αὐτῆς As 2 τὰ Ρ om. A ἐς βυθὸν ἀπωλείας Ρ 3 λι α λόγου s ληκυθίου? 3 sq. ὅσα μὲν οὐκ ἄξια μνήμης, ὅσα δὲ καὶ ἄξια καὶ τὰ τε Ρ 4 Soph. Ai. 646 sq. 5 ἀποκρυπτόμενος Ρ 9 ξυνάχει Α 10 δὲ om. Α 11 τῶν om. Α 12 οὐ Ρ om. Α 15 καὶ τοὺς Πλάτωνος διαλόγους om. Ρ 17 καίπερ ταυτολογία Α ἐπιστήμας σπουδὴ δέδωκε καὶ ὁ θεὸς ἄνωθεν ἐπεβράβευσε καὶ ὁ καιρὸς συνεισήνεγκε) βούλομαι διὰ τῆσδέ μου τῆς γραφῆς τὰς πράξεις ἀφηγήσασθαι τοὐμοῦ πατρὸς οὐκ ἀξίας P. 2 σιγῇ παραδοθῆναι οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης, ὅσας τε τῶν σκήπτρων ἐπειλημμένος κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.