Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως περὶ τὴν C δύσιν πολυσχιδῆ ὄχλησιν καὶ τοὺς τῶν Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς εὐκαιρίαν εὑρὼν δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχὼν τὴν κτίσιν αὐτῶ τῶν λῃστρικῶν ἀνέθετο πλοίων ὡς περὶ τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστὰ καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλαζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθὼν εἷλε καὶ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν D διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτωρα τὸν Ἀλωπὸν πάνδεινα πάνδεινα ἠπειλήσατο, εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαί τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν, τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. ὁ δὲ ὑπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδειματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθὼν τὴν βασιλεύουσαν ἀνεζήτησε. τοῦτο δὲ μεμαθῃκὼς ὁ Τζαχᾶς οὐκέτ’ ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα ἀπελθὼν ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἐπεὶ δ’ ἡ Ρ. 2 Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένη οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν κατωχυρώσατο ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν ἡγεμόνα τούτων καταστησάμενος Νικήταν τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ Β συνάρας πόλεμον ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος ἕτερον ἐξοπλίζει στόλον ἐπιστήσας δοῦκα τούτω Κωνσταντῖνον τὸν 9 Κλαζομεναῖς S: Κλυζομεναῖς 12 Μελιτίνης Ducangius κουράτορα (S) 13 ἀπέλθῃ F 16 ἀπὸ 18 οὐκέτι 32 τοῦτον F Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ᾐόνα τῆς Χίου γενόμενος παραχρῆμα τῆς τοῦ κάστρου πολιορκίας εἴχετο ἐκθύμως μαχόμενος καὶ σπεύδω τὴν πόλιν ἑλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. διὰ πολλῶν οὖν ἑλεπόλεων καὶ πετροβόλων C ὀργάνων πλήξας τὰ τείχη καθαιρεῖ τὸ μεταξὺ τεῖχος τῶν δυεῖν πύργων. οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοί εἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωμαΐζοντες. οἱ δ’ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἀκάθεκτοι ἦσαν σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἂν παρ’ αὐτῶν διεκωλύοντο δεδιότων, μή πως τὴν προαποτεθεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης D ἀκούετε καὶ ὡς ὑπόσπονδοι ἡμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν P. 164 εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν.” ἐπεὶ δὲ τὸ πάν τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐριπωθέντος ἀνοικοδομήσαντες ἀπῃώρησαν τούτου ἔξωθεν ἔξωθεν καὶ βύρσας καὶ πᾶν τὸ παρατυχὸυ πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὤσει ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους τὴν πρὸς Χίον V. 207 φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει παραθέων τὴν ᾐόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκὼς λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρεκελεύσατο ἀποχρῶντας εἰσαγαγὼν ἐν αὐτῷ στρατιώτας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἰ που τούτῳ συναντήσει διαπλῳζομένῳ κατ’ αὐτοῦ, συμμίξαι πρὸς πόλεμον. ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν κατευθὺ Χίου τὸν ἀπόπλουν ἐποιεῖτο. καὶ 10 δὲ 11 sq. κἂν παρ’ αὐτῶν in F man 2 in rasura viginti sex litterarum 16 ὑμῶν 19 ἐρειπωθέντος 22 μερικῶς ποσῶς 29 διαπλοιζομένω F συναντήσας αὐτῷ περὶ μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν νήν τινα τὴν ναυλοχίαν ποιούμενον καὶ γὰρ ἅλυσιν κατασκευάσας παμμεγέθη ἅπαντα τὰ αὐτοῦ ἐδέσμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι μήτ’ αὖ Β πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι), ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτῳ θαρρήσας ὅλως στρέψας τοὺς οἴακας τὴν Χίον αὖθις ἀνεξήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὰν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ Δαλασσηνός), ὁ δὲ Τζαχᾶς παραπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον τῷ τείχει τοῦ κάστρου τὰς ἰδίας προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος ἦν. τῇ δὲ μετ αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας ἠρίθμει τε καὶ ἀπεγράφετο. C ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκὼς ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ᾿ ἀλλήλων παρεσκευάζοντο. ἀλλὰ τὸ μὲν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο τοῦ Δαλασσηνοῦ κελεύσαντος μηδένα τὸν συνασπισμὸν λύειν. ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθηξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέπεσθαι τούτοις. τοῦτο οἱ Λατῖνοι θεασάμενοι δόρατα D μακρὰ ἐναγκαλισάμενοι κατὰ τῶν βαρβάρων ἐξιππάσαντο. οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καὶ διὰ τῶν δοράτων δέ τινας πλήξαντες πλείστους ἀνεῖλον καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω συνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες μικρόν τι ἀναποδίσαντες 6 τούτοις 9 ἠρεσίας F 12 περιπλεύσας 25 τοῦτο S: τοῦτον 29 τετρεμμένους F P. 208 παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κἆθ’ οὕτως οἱ βάρβαροι εἰς τὴν ᾐόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι λύσαντες τὰ πρυμνήσια V. 165 ἀπέρραξαν τῆς χέρσου καὶ τὰς ἀγκύρας χαλάσαντες ἵσταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς παραπεπλευκέναι τὰς περὶ τὸ δυτικώτερον μέρος ἀκτὰς τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καὶ τὴν αὐτοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ Β τινες προσεληλυθότες τῷ Τζαχᾷ τὴν τοῦ Δαλασσηνοῦ βουλὴν προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὲν τηνικαῦτα πεντήκοντα σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα τὸ ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. ὁ δὲ ἐς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἄμφω τούτοις συνδόξειεν. οὐδ’ ὁ βάρβαρος C πρὸς τοῦτο ἀνένευσεν, ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν ὀνομαστὶ τοῦτον καλέσας “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζωγρίᾳ παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηφόρῳ τῷ Βοτανειάτῃ προσενεχθὲν παραχρῆμα τῇ τῶν πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καὶ δωρεῶν μεγάλων ἀξιωθεὶς ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξ ὅτου δὲ τὰς τῆς βασιλεἱας D ἡνίας ὁ ομνηὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγέλλων ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καὶ εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν 4 ἀπήραξαν 8 6 πρὸς 8 17 εἰς 19 ἀμφοῖν τούτοιν 30 ἀπαγγελῶν ὀφείλων ἐστέρημαι , ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δἐ σοι δοκεῖ καὶ τὰ τέκνα ἡμῶν συναφθῆναι, προβεβλήσθω μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία , ὡς ἴθος τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί. κᾆθ’ οὕτω τῶν ἁπάντων τῶν ἤδη βηḿντων πέρας ἐσχηκότων ἁπάσας τὰς νήσους , ὰς αὐτὸς καταδραμὼν τῆς Ῥωμαἰ·κῆς ἐξουσίας ἀφειλόμην γ διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα.” ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογι- Ρ. σάμενος ὡς ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώ- σκων ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν παραγυμνώσας ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις οὔτε ἐγὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς καταθέσθαι δύναμαι. ἀλλ’ ἐπεὶ δοὺξ μέγας ὁ Ἰωάννης καὶ γυναικάδελτοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ στόλου ἐζ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. B καὶ οὕτως, εὖ ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ αὐτὴν εἰρήνην μεσάζοντος πέρας λάβοιεν.” καὶ γὰρ τοντονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου ἐξέπεμψεν ἅμα μὲν καὶ περὶ τὴν V. τοῦ Δυρραχίου φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ τῶν Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος Βοδῖνος μαχιμώτατος ὠν καὶ ῥᾳδιουργίας πλήοὐ μέχρι τῶν ἰδίων ὅρων ἑστάναι ἠβούλετο, ἀλλ’ ὅση. μέραι τὰς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων τοῖς ἰδίοις προσετίθει ὁρίοις. ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς C πρὸς τῷ ἑνὶ δέκα εἰς τὸ Δυρράχιον ἐνδιατρίΨας πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς 2 συναφεῖναι 5 τῶν ρθ8ΐ;θηπ8 οιη 7 ἀντεπιστρέψω β αὐτὰς στρέψω Ο 22 δοῦκαν 6 δοῦκα Ε^ 23 κατέπεμψεν 26 πλήρvς] πάσης F 27 ὁρίων 29 δούκας e δοὺξ F1 30 δέκα πρὸς τί ἐνὶ δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλε καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην σνναρράξας καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ περὶ τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ αύτοῦτακνένα ἀθετεῖν ἐθέλοντα , ἐπεὶ τοιούτου ἀνδρὸς κατὰ τὸν Τζαχᾶν ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκράτωρ D μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψε δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον Δούκαν ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἶπος ἐδόκει λέγειν “νὺξ ἤδη τελέθει , ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.” αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειωδῶν 210 κομίσαι ὑπέσχετο. ἅπαντα δὲ δόλος ἦν καὶ ἀπάτη, καὶ ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ᾐόνα τῆς Χίου κατεληλυθὼς οὐρίου τυχὼν πνεύματος τὴν Σμύρνην κατέλαβεν, ἐφ’ ᾧ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας ἐν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ’ ὁ Δαλασσηνὸς δεύτερος τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. έφαίνετο. γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτὸν τὴν Βολισσὸν κατέλαβε καὶ τάς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας Β παρασκευασάμενος τούς τε στρατιώτας διαναπαύσας καὶ πλείονας τούτων συμπαραλαβὼν αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκὼς εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.