Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατοὺ τὸν Ἴστρον μεθ’ ὧν ὑπεποιήσατο Κομάνων, οἳ τὴν τοσαύτην λείαν καὶ C τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν ὡς “ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες εἰς ὑμετέραν ἤλθομεν βοήθειαν τὴν τοσαύτην ὁδὸν διηνυκότες ἐφ’ ᾧ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας οὐ χρὴ κενοὺς αὖθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ’ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἤ γοῦν κοινῇ μεθ᾿ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε D ἤ ἀντὶ συμμάχων πολεμίους ἡμᾶς ἕξετε.” πρὸς τοῦτο ἀνένευσαν οἱ Σκύθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων σφοδρὸς ἀνὰ μέσον αὐτῶν ἀναρρήγνυται πόλεμος καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες εἰς τὴν καλουμένην Ὀξολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κρομάνων ἐφ’ ἱκανὸν ἐκεῖσε διέτριβον τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν παρ’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν ἐστι καὶ τὴν διάμετρόν τε καὶ περίμετρον καὶ τῶν ὅπου δήποτε φημιζομένων παρὰ τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν Ρ. Ἑκατὸν Βουνῶν ὕπερθεν καὶ εἰς αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγοὺς ἐστιν ἀνέχουσα νῆας, ὡς εἶναι κἀντεῦθεν δῆλον τὸ τὸ βάθος τῆς λίμνης ὁπόσον τί ἐστιν. Οζολίμνη δὲ κατωνόμασται, οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν, ἀλλ’ ὅτι Οὐννικῆς ποτε στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ τούτους δὲ τοὺς Οὔννους Οὔζους ἡ ἰδιῶτις ἀπεκάλεσε γλῶττα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην μετὰ προσθήκης οἶμαι καὶ τοῦ υ φωνήεν- 1 Τατὸς 19 sq. κατά τε διάμετρον καὶ περίμετρον νώτου F 21 ἐστιν om F 25 τῆς λίμνης] αὐτῆς 29 γλῶσσα Β τος. καὶ ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εὕρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἐπὶ δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω, ὥσπερ] παρ’ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πανταχοῦ στρατηγίαις νῦν μὲν ἀφ’ ἑαυτοῦ, P. 160 νῦν δὲ ἀπὸ τῶν ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον‘ οἱ τόποι προσηγορίας· τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου C τοῦ τῶν Μακεδόνων βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ᾿ Αἴγυπτον, ὅπου δὲ Ἀλεξάνδρεια ὴ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπο Λυσιμάχου ἑνὸς τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμαχίαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ καὶ ὁ βασιλεὺς Ἀλέξιος ζῆλον Ἀλεξάνδρειον ἀναλαβὼν ὅπου μὲν ἐξ ἐθνῶν ἢ συρραγέντων ἢ προσκεκλημένων παρ’ αὐτοῦ περιῆψε τοῖς τόποις ὀνομάτων καινότητας ἤ ἀφ’ ὧν αὐτὸς κατεπράξατο τῆς ἑαυτοῦ προσηγορίας τοῖς τόποις μετέδωκε. τοσαῦτα μὲν περὶ τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερ- D ρίφθω ἱστορικώτερον· οἱ δὲ Κόμανοι, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.