Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτόν, ὡς ἔφην, ῥίγους βιαζόμενος κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτησόμενος. σόμενος. ἀλλ’ ὅμως οὐδ’ οὕτως ἠρέμει σκεπτόμενος, τί ἄν c χρὴ τὴν αὔριον ποιῆσαι. προσελθὼν δ’ ὁ Τατράνης Σκύθης δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε καὶ τοσαυτάκις παρ’ αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς τὰ ὑπὲρ αὐτοῦ τοῦ λοιποῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγματευόμενος) 1 τεταρταϊκοῦ κακοῦ ῥίγους 2 ἀπὸ 4 τοσοῦτον] οὕτως 9 μέν τ,ι] μέντοι τοῦ om 14 δὲ 16 ἄλλοσε ἀλλαχῆ] ἄλλοι ἀλλαχοῦ 31 του λοιποῦ om ἔφη “ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶοαι ἡμᾶς καὶ οὕτως τὸν μεθ᾿ ἡμῶν ἀναζητῆσαι πόλεμον. χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι.” ἐικανέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν, ὁ δὲ ταῦτ᾿ εἰπὼν ἀπελθὼν τοιαῦτα πρὸς D τοὺς ἡγεμόνας ἀπεστομάτισε τῶν Σκυθῶν “μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενημένας ἥττας τοῦ αὐτοκράτορος μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς τὴν μεθ᾿ ἡμῶν ἐπ᾿ ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. ἄμαχος τὴν ἰσχύν ἐστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν. καὶ εἰ μὴ τὴν μετ᾿ αὐτοῦ εἰρήνην ἀσπάσεσθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται.” τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας· ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ p. 2 πεδιάδα νεμομένους ἵππους αὐτῶν ἀναλαβέσθαι (ἦσαν γὰρ παμπληθεῖς) λῃζομένων ὁσημέραι τε καὶ νύκτες τὴν ἡμεδαπὴν χώραν μεταπεμψάμενος τόν τε Οὐζᾶν καὶ τὸν Μοναστρᾶν ἐπέσκηιψε μεθ᾿ ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν καὶ τοὺς ἵππους ἅπαντας καὶ τἆλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι καὶ μὴ δεδιέναι παρεκελεύετο. “ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον μετ᾿ αὐτῶν μαχομένων ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε.” οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρτηκεν. ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγεγόνει. αὐτὸς δὲ τὴν κατ᾿ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον B ἔχων οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς οὐδ᾿ ἐπινυστάζων ὅλως ἦν, ἀλλὰ μεταπεμπόμενος δι᾿ ὅλης νυκτὸς τοὺς στρατιώτας καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοίσοντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων, ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν 2 οὕτω 9 ἐπ᾿ om 12 σπάσηαθε (ἀσπάοησθε s) 13 ἔδωνται F 16 γὰρ] δὲ ὁσημέραι τὰς νύκτας 20 τὰ ἄλλα 22 μετ᾿ αὐτῶν] αὐτοῖς 30 συνοἰσαντα (s) οὗ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινὸν καὶ ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. ἀλλὰ P. 170 ταῦτα μὲν τὰ τῆς νυκτὸς ἔργα · μικρὸν δὲ ὑπνώσας, ἐπεὶ C τῆς ἡμέρας ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες τὸν ποταμὸν τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στοχαςμός δεινὸς γὰρ ἦν προϊσέσθαι τὸ μέλλον ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ’ αὐτοῦ ἐπανισταμένων πολέμων λαβών), ἐπιβὰς παραχρῆμα τοῦ ἵππου τὴν ἐνυάλιον ἠχῆσαι προσέταττε σάλπιγγα καὶ τὰς φάλαγγας καταστησάμενος αὐτὸς ἐπὶ τοῦ μετώπου εἱστήκει. ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλαμβάνοντας παραχρῆμα D τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ βάδην κατ’ αὐτῶν ἰέναι ἐπέσκηψε καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἵετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ τὸ μέσον διέπων τοῦ στρατεύματος. οἱ δὲ τοῖς Σκύθαις μετὰ τόλμης προσέβαλον. καρτερᾶς δὲ τῆς μάχης γεγονυίας τὸ μὲν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ Ῥωμαικοῦ συντάγματος συνασπισμὸν ὁρῶντες καὶ V. 215 αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον ἐκδειματωθέντες παλιμπόρευτοι γεγόνασι τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾶν πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς Ῥωμαϊκῆς φάλαγγος, οἱ μὲν τοῖς δόρασι κατὰ τὰ μετάφρενα παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. πολλοὶ μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖλος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. Β ἐκθυμότερον δὲ ἁπάντων κατὰ τὴν ἡμέραν ἐκείνην οἱ περὶ τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο. ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. ὁ δέ γε αὐτοκράτωρ 5 post τὸν ποταμὸν lacunam signavit Possinus 14 ἐπέσκηψεν 24 τῶν μεταφρένων 28 ἐναπεπνίγοντο CAs ἀπεπνίγοντο F ἔκδηλος ἀριστεὺς καὶ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθεὶς νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπανέστρεψεν.